Papyri.info

sign in

p.lond.7.2007 = HGV P.Lond. 7 2007 = Trismegistos 1569



DDbDP transcription: p.lond.7.2007 [xml]

248 BC? Philadelphia

r
Ὧρος Πεμενῆτι χαίρειν.
Ἑριενοῦφις \ὁ ὑοφορβὸς/ ἀπεχώρησεν ἐπὶ τὸν
βωμὸν τοῦ βασιλέως, λέγων ὅ̣τι
οὐ μὴ βόσκω τὰς ὗς ἐὰν μή μοι
5τὸν μισθὸν ἀποδῶις τετραμή-
νου, λέγων ὅτι ναύτης εἰμί, οὐ-
θείς με μὴ δύνηται ἅψα̣σ̣θαι οὐ-
δὲ ἀναγκάσαι βόσκειν τὰς ὑμε-
τέρας ὗς. καλῶς ἂν οὖν ποιήσαις
10ἐντυχὼν Ζήνωνι καὶ εἴπας αὐ-
τῶι περὶ τοῦ ὀψωνίου ὅπως
ἂν ἡμῖν ἀπο[σ]τ̣είληι ἵνα ἅν-
θρωπος μὴ ἀπέλθηι ἀλλὰ βόσκηι̣.
γίνωσκε οὖν ὅτι προλέγω σοι ἵνα
15μή μοι ὕστερον ἐγκαλῆις. αἱ ὕες
σ̣ο̣ι ὧδ̣ε πεινῶσιν. πλείω οὖν ἐσ-
τιν τὰ ἀπολλύμενα τῶι λιμῶι
καὶ ἀποθνήισκοντα ἢ ὅσα ὑπὸ
τῆς νόσου ἀπόλλυται τῆς
20ἐμπιπτούσης εἰς τὰ ἱερεῖα.
εἶπον οὖν Ζήνωνι ὅπως ἂν ἡ-
μῖν ἀποστείληι ἄλλο σῶμα ἵνα
ἀπαγάγωμεν τὰ ἱερεῖα ἐπὶ
τὸν ἄρακον. οὐ γὰρ ἱκανός ἐστιν
25ὁ εἷ̣ς βόσκειν ἐκεῖ ἱερεῖα ξ, ἀλ-
λὰ δύο ἔσονται ἱκανοί. ὧδε δὲ
ἄλλος ἔσται πρὸς τοῖς λοιποῖς,
οὔπω γὰρ δυνανται(*) τὰ λοιπὰ
ἔσθειν ἄρακον.
30ἔρρωσο. Φαῶφι κβ.
v
Πεμενῆτι.

Apparatus


^ r.28. l. δύναται

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.