DDbDP transcription: p.lond.7.2036 [xml]
III sac Philadelphia
ὑπόμνημα Ζήνωνι πα̣[ρὰ]
Ἰσιδώρας. τί ἐστιν ὅτι με
ἀδικεῖ Μάρων φάμενος [ὀφεί-]
λειμ(*) με τέσσαρας χρυσοῦς;
5ἐγὼ δὲ κατέβαλλον καθ̣ʼ ἡ̣-
μέραν τὸ γινόμενον(*) ἡμ̣[ε-]
ρῶ̣ν(*) ἓξ ἀνὰ (δραχμὰς) ϛ.
ἐπεὶ δέ μοι οὐκ ἐξεποίει,
ἦλθόν σοι ἀξιοῦσα ἀφεῖναί μ̣[οι]
10καὶ ἐπεχώρησας (δραχμὰς) δ
τὴν ἡμέραν ἡμερῶν η.
ἐγλιπόντος δὲ τοῦ ὕδα[τος],
ὡς ἐμάχου μοι ξένων ἐλθό̣[ν-]
τῶν ὅτι οὐκ ἔστι ὕδωρ, ὤρυσσ[ον]
15καὶ ἔλουον φρηταίωι(*), καὶ συν̣[έ-]
ταξάς μοι φέρειν (δραχμὴν) α (τριώβολον)
ἡμερῶν ἐννέα . καὶ ἧι ἡμέ[ραι]
τὸ ὕδωρ ἦλθεν αὐτὸς σὺ ἐλ̣ογ̣[ίσω].
νῦν δέ φησιν(*) Μάρων καὶ Πύρ[ων]
20ἀνοίσειν Ἀπολλωνίωι ὀφε̣ί̣-
λουσάμ(*) με χρυσοῦς τέσσ[αρας] .
εἰ οὖν δοκεῖ σοι ἐπίσκεψαι
περὶ τούτων ἵνα μὴ ἀδικ̣[ηθῶ].
καὶ περὶ τοῦ μεγάλου βαλα̣-
25νείου σύνταξον διαλογί[ζε-]
σθαί μοι αὐτοὺς ἕως σὺ
ἐνδημεῖς.
Ἰσιδώρας. τί ἐστιν ὅτι με
ἀδικεῖ Μάρων φάμενος [ὀφεί-]
λειμ(*) με τέσσαρας χρυσοῦς;
5ἐγὼ δὲ κατέβαλλον καθ̣ʼ ἡ̣-
μέραν τὸ γινόμενον(*) ἡμ̣[ε-]
ρῶ̣ν(*) ἓξ ἀνὰ (δραχμὰς) ϛ.
ἐπεὶ δέ μοι οὐκ ἐξεποίει,
ἦλθόν σοι ἀξιοῦσα ἀφεῖναί μ̣[οι]
10καὶ ἐπεχώρησας (δραχμὰς) δ
τὴν ἡμέραν ἡμερῶν η.
ἐγλιπόντος δὲ τοῦ ὕδα[τος],
ὡς ἐμάχου μοι ξένων ἐλθό̣[ν-]
τῶν ὅτι οὐκ ἔστι ὕδωρ, ὤρυσσ[ον]
15καὶ ἔλουον φρηταίωι(*), καὶ συν̣[έ-]
ταξάς μοι φέρειν (δραχμὴν) α (τριώβολον)
ἡμερῶν ἐννέα . καὶ ἧι ἡμέ[ραι]
τὸ ὕδωρ ἦλθεν αὐτὸς σὺ ἐλ̣ογ̣[ίσω].
νῦν δέ φησιν(*) Μάρων καὶ Πύρ[ων]
20ἀνοίσειν Ἀπολλωνίωι ὀφε̣ί̣-
λουσάμ(*) με χρυσοῦς τέσσ[αρας] .
εἰ οὖν δοκεῖ σοι ἐπίσκεψαι
περὶ τούτων ἵνα μὴ ἀδικ̣[ηθῶ].
καὶ περὶ τοῦ μεγάλου βαλα̣-
25νείου σύνταξον διαλογί[ζε-]
σθαί μοι αὐτοὺς ἕως σὺ
ἐνδημεῖς.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.