Papyri.info

sign in

p.lond.7.2191 = HGV P.Lond. 7 2191 = Trismegistos 1488



DDbDP transcription: p.lond.7.2191 [xml]

116 BC Philadelphia

1
(hand 2) (ἔτους) β Ἁθὺρ η· παρεχώ(ρησεν) Ταθῶτις
(ἑβδόμην) μερίδα πάντων τῶν ὑπαρχόντων αὐτῆι
ἐγγαίων καὶ ἐπίπλων καὶ ὧν ἂν προσεπι-
κτήσηται καὶ τῆς Τέλωνος γῆς
5(ἀρούρας) 𐅵.
2
(hand 1) βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης
Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετίδων ἔτους β,
ἐφʼ ἱερε̣ίως(*) τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν
Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος
10καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας
Ἀρσινόης Φιλοπάτορος τῶν ὀντῶν(*) ἐν Ἀλεξανδρείαι,
ἐν δὲ Πτολεμαίδ̣ι τῆς Θηβαίδος, ἐφʼ ἱερείων(*) καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν
ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Ἁθὺρ η, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου.
ὁμολογί̣α, ἣν ἑκοῦσα καὶ συνχωρήσασα(*) ἔθετο Ταθῶτις Φίβιος(*) Περσίνη(*) ὡς (ἐτῶν) ν ἐλάσσω μελίχρως
15πλατυπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πανοβχούνιος τοῦ Νεχούτου Πέρσου τῶν
προσγράφων, καθʼ ἣν ὁμολογεῖ παρακεχωρηκέναι Κοβαετήσει Φαγώνιος τῆι ἑαυτῆς θυγατρὶ
Περσίνῃ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πανοβχούνιος τοῦ Τοτοέους Πέρσου τῆς ἐπιγονῆς· ἀπὸ μὲν
τῆς καλουμένης γῆς σιτοφόρου Τέλωνος ἀπὸ τοῦ ὑπάρχοντος αὐτῆι η´ μέρους (ἀρούρας) ἥμισυ , γείτονες
τῆς ὅλης γῆς· νότου γῆ Πατ̣σεοῦτος, βορρᾶ γῆ Νεχούτου τοῦ Βούχιος, ἀπηλιώτου ἀμπελὼν τῶν ὄχλων,
20λιβὸς διῶρυξ Πμοης· ⟦Traces ca. 23 characters
3
ἀπὸ δὲ τῶν ἄλλων ὑπαρχόντων(*) αὐτῆι ἐγγαίων τε καὶ ἐπίπλων καὶ ὧν ἂν προεπικτήσηται(*) ἑβδόμην μερίδα ἐκτὸς τῆς δεδομένης αὐτῇ φερνῆς
ὧν εἰσιν· ἀπὸ τῆς καλουμένης Ταριτεῦτος γῆς ἠπ(είρου) σιτοφόρου ἐν Παθύρει ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῇ η´ μέρους (ἑβδόμην) μερίδα, γείτονες τῆς ὅλης γῆς·
νότου γῆ Πατοῦτος τοῦ Παθώτου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Σιεπμοῦτος καὶ τῶν ἀδ(ελφῶν), ἀπηλιώτου γῆ τῶν ἰβιοβοσκῶν καὶ Ἁρμώνθου, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης
σφραγῖδος καλουμένης Σεναμούνιος ἀπὸ τοῦ καθήκοντος αὐτῇ η´ μέρους τὴν (ἑβδόμην) μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατοῦτος τοῦ Φίβιος καὶ τῶν ἀδ(ελφῶν),
25βορρᾶ γῆ Ψενθω(*) τοῦ Καλέους καὶ τῶν ἀδ(ελφῶν) καὶ Πατοῦτος τοῦ Παθώτου καὶ τῶν ἀδ(ελφῶν), ἀπηλιώτου περίχωμα, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος Ζμίνιος τοῦ Ἁρσιήσιος (ἀρουρῶν) δ 𐅵 η´ λβ´
ἀπὸ τῆς αὐτῆς (ὀγδόης) μερίδος τὴν αὐτὴν (ἑβδόμην) μερίδα, καὶ ἀπʼ ἄλλης σφραγῖδος ὁμουρούσης ταύτῃ καλουμενη(*) Σεναμούνιος καὶ Ζμίνιος, ὁμοίως ἀπὸ τῆς καθηκούσης αὐτῇ
μερίδος τὴν αὐτὴν (ἑβδόμην) μερίδα, γείτονες τῶν δύο σφραγίδων· νότου γῆ χέρσος, βορρᾶ γῆ Νεχούτου τοῦ Ζμῖνος, ἀπηλι(ώτου) ὁδός, λι(βὸς) ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος (ἀρούρας) α 𐅵 δ´ η´
ἀνὰ ϛ 𐅵 ἀπὸ τῆς καθηκούσης αὐτῇ μερίδος τὴν αὐτὴν (ἑβδόμην) μερίδα, γείτονες τῆς ὅλης· νότου καὶ ἀπηλι(ώτου) ἱερὰ γῆ τῆς Ἀφροδί[τ]η̣ς̣, βορρᾶ γῆ Νεχου(*) τοῦ Ζμῖνος,
λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος καλουμένης Τμοναρῆι ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῆι (ὀγδόου) μέρους τὴν αὐτὴν (ἑβδόμην) μερίδα, γείτονες τῆς ὅλης γῆς·
30νότου γῆ Καλλίου, ἀπηλιώτου <ἱερὰ> γῆ τῆς Ἀφροδίτης καὶ κοιλάς, βορρᾶ ἱερὰ γῆ τοῦ ἐν Παθύρει ἱεροῦ, <λιβὸς ὄρος>· καὶ ἀπʼ ἄλλης σφραγῖδος, ἧς μέτεστι Τισύτμει Φράσιος
τὰς ἑαυτῆς μερίδας, ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῇ ⟦(ὀγδόου)⟧ μέρους τὴν αὐτὴν μερίδα \(ἑβδόμην)/, γείτονες τῆς ὅλης γῆς· νότου γ̣ῆ Σ̣ε̣ναμούνιος, βορρᾶ γῆ
τῶν ἰβιοβοσκῶν, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Σεναμούνιος· καὶ ἀπʼ ἄλλης σφραγῖδος ἐν τῆι κάτω ταινίαι, ἧς μέτεστι τῆι αὐτῆι Τισύτμει Φρ\ά̣/σιος
μερίδα, ἀπὸ τῆς καθηκούσης αὐτῆι μεριδα(*) τὴν αὐτὴν (ἑβδόμην) μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Κολλούθου τοῦ Φίβιος, βορρᾶ γῆ Καλῆτος,
ἀπηλιώτου ὁδός(*), λιβὸς γῆ Νεχούτιος τῆς Πελαίου καὶ Ἀνεμπεῦτος· καὶ ἀ̣πὸ τοῦ ὑπάρχοντος αὐτῆι φοινικῶνος ἐν τῆι περιστάσει τῆς πόλεως τὴν (ἑβδόμην) μερίδα,
35γείτονες· νότου φοινικὼν(*) Ζμίνιος, βορρᾶ γῆ Γόνσιος, ἀπηλιώτου ποταμός, λιβὸς διῶρυξ βασιλική· καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτῆι τε οἰκίας ὠικο-
4
δομημένης καὶ τεθυρωμένης καὶ ἐστεγασμένης τῆς οὔσης ἐντὸς τοῦ ὀχυρώματος,
ἧς μέτεστι Θαίβει τὸ 𐅵, ἀπὸ τοῦ 𐅵 αὐτῆς τὴν (ἑβδόμην) μερίδα, γείτονες· νότου οἰκία Θράσω(νο)ς,
βορρᾶ οἰκία Νεχθμίνιος ἀνὰ μέσον ῥύμη \ἀπηλι(ώτου) Καιῆς/, λι(βὸς) οἰκία Παθώτου· καὶ ἀπʼ ἄλλης οἰκίας ἐν τῆι
ἄνω ταινίᾳ τοῦ ὀχυρώματος τὴν αὐτὴν (ἑβδόμην) μερίδα, γείτονες· νότου οἰκία Ὤρου τοῦ
40Θοτορταίου, βορρᾶ ῥύμη, ἀπηλιώτου οἰκία Θαίβιος, λι(βὸς) ῥύ(μη)· καὶ ἀπʼ ἄλλου ψιλοῦ τ̣όπου
τοῦ ὄντος ἐπάνω τῆς Σεννήσιος τῆς Χαρίστιος οἰκίας τὴν αὐτὴν (ἑβδόμην) μερίδα,
γείτονες· νότου Πανεχάτου τοῦ Πελαίου καὶ τῶν ἀδ(ελφῶν) ψιλὸς τόπος, βορρᾶ οἰκία Σεννήσιος,
ἀπηλι(ώτου) ῥύ(μη), λι(βὸς) ψιλοὶ τόποι τοῦ ἱεροῦ· καὶ ἀπʼ ἄλλης οἰκίας ὠικοδομημένης καὶ τεθυρ(ωμένης)
τὴν αὐτὴν μερίδα, γείτονες τῆς ὅλης· νότου Ἰσιεῖον(*) ἀνὰ μέσον(*) ῥύ(μη) βα(σιλική), βορρᾶ
45οἰκία Νεχούτου τοῦ Ζμῖνος, ἀπηλι(ώτου) πλατέα(*) ὁδὸς τῶν θεῶν, λι(βὸς) οἰκία Ἁρογγοῦτος·
καὶ ἀπʼ ἄλλου ψιλοῦ τόπου ἐν τῆι κάτω ταινίᾳ τὴν (ἑβδόμην) μερίδα, γείτονες· νότου
καὶ βορρᾶ ψιλὸς τόπος Κοβαετήσιος, ἀπηλι(ώτου) οἰκία Ἁρμώνθιος, λιβὸς Τειαῖτος
οἰκία, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν πάντων τούτων. μὴ ἐξέστω δὲ Ταθώτηι
μηθενὶ ἄλλωι παραχ̣ωρεῖν τὴν (ἑβδόμην) μερίδα τῶν προκειμένων· εἰ δὲ μή, ἄκυρος ἔστω
50καὶ προσαποτεισάτω ὁ ἐπιπορευόμενος ἐπί̣τιμον παραχρῆ(μα) τῆι μὲν Κοβαετήσει
5
χαλκοῦ τάλαντα εἴκοσι καὶ ἱερὰς <τοῖς> βα(σιλεῦσιν)
ἀργυρίου ἐπισήμου (δραχμὰς) τ καὶ μηθὲν
ἧσσον κύρια ἔστω τὰ διωμολο-
γημένα.
55(hand 3) Ἔτους β Ἁθὺρ ια· τέ(τακται) ἐπὶ τὴν ἐν Παθύ(ρει) τρά(πεζαν),
ἐφʼ ἧς Ἡρα(κλείδης), θέμα (δεκάτον) ἐνκυ(*) Κοβαετῆσις
Φαγώνιος· χα(λκοῦ), οὗ ἀλλαγή, Γ (γίνονται) Γ.
(hand 4) Ἡρα(κλείδης) τρα(πεζίτης)

Apparatus


^ 2.8. l. ἱερέως
^ 2.11. l. οὐσῶν
^ 2.12. l. ἱερέων
^ 2.14. l. συγχωρήσασα
^ 2.14. corr. ex
^ 3.21. corr. ex απαρχοντων
^ 3.21. l. προ<σ>επικτήσηται
^ 3.25. l. Ψενθώ<του>
^ 3.26. l. καλουμένη<ς>
^ 3.28. l. Νεχού<του>
^ 3.33. l. μερίδος
^ 3.34. corr. ex
^ 3.35. corr. ex
^ 4.44. corr. ex ιειειον
^ 4.44. corr. ex μερον
^ 4.45. l. πλατε<ί>α
^ 5.56. l. ἐγκυ(κλίου)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.