Papyri.info

sign in

p.mich.3.194 = HGV P.Mich. 3 194 = Trismegistos 21339



DDbDP transcription: p.mich.3.194 [xml]

AD 61 Oxyrhynchus

ἔτους ἑβδόμου Νέρ[ω]νος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενὼθ
ιε Σεβα(στῇ) ἐν Ὀξυρύγχων πό[λ]ει τῆς Θηβαί(*)δος. ὁμολογεῖ
Θερμούθιον Ἀχιλλέως τῶν ἀπʼ Ὀξυρύγχων
5πόλεως μετὰ κυρίου [τ]οῦ τῆς μητρὸς αὐτῆς
Πλουτάρχης ἀνδρὸς Δ[ι]ογένους τοῦ Πασίωνος
τῷ γενομένῳ αὐτῆς [ἀ]νδρὶ Διοσκοῦτι Παυσίριο(ς)
τῶν ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν
παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ
10νομίσματος δραχμὰς διακοσίας κεφαλαίου
ἃς ὁ Διοσκοῦς(*) ὡμολόγησεν εἰληφέναι παρὰ τῆς
Θερμουθίου ἀπὸ τιμῆς οὗ πέπρακεν ἡ αὐτὴ Θερ-
μούθιον μετὰ κυρίου τοῦ Διοσκοῦτος μέρος
οἰκίας ἐν λαύρᾳ Ἱπποδράμου(*) καθʼ ἣν ὁ αὐτὸς Διοσ-
15κοῦς καὶ ἡ Θερμούθιον ἀνήνεγκαν πρὸς ἑαυτοὺς
διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου
τῷ(*) Φαρμοῦθι μηνὶ τοῦ ἕκτου ἔτους Νέρωνος
Κλαυδίου Κα[ί]σαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτ(ορος)
περὶ τῶν α[ὐ]τῶν δραχμῶν διακοσίων ὁμολ(ογίαν)
20καὶ μηθὲν [ἐγ]καλεῖν μηδʼ ἐγκαλέσειν μηδʼ ἐπε-
λευσεσασθα[ι](*) Θερμούθ[ι]ον μηδʼ ἄλλον ὑπὲρ
αὐτῆς τῷ Δι[ο]σκοῦτι μηδὲ τους(*) παρʼ αὐτοῦ μήτ(ε)
περὶ τούτων μηδὲ περὶ μηδενὸς ἁπλῶς
μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἢ χωρὶς τοῦ
25τὴν ἐσομένην ἔφοδον ἄκοιρον(*) εἶναι <ἐκτίνειν> Θερμού-
θιον ἢ τὸν ὑπὲρ αὐτῆς ἐπελευσόμενον τῷ Διοσκ(οῦτι)
ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε
βλάβος καὶ ἐ[πί]τιμον ἀργ(υρίου) (δραχμὰς) ἑκατὸν καὶ εἰς τὸ δη(μόσιον)
τὰς ἴσας καὶ μ[η]θὲν ἧσσον κυρία ἡ συνγρα(φή). ἔτους
30ἑβδόμου [Νέ]ρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γ[ερ]μανικοῦ Αὐτοκράτορος Φαμεν-
ὼθ πεντ[εκ]αιδεκάτῃ Σεβαστῇ, διὰ Ἐπιμάχου
ἀγορα[ν]όμου κεχρη(μάτισται). ((filler))

Apparatus


^ 3. θηβαϊδοσ papyrus
^ 11. P. Heilporn (michigan.apis.3137) : ἃς Διοσκοῦς prev. ed.
^ 14. l. Ἱπποδρόμου
^ 17. BL 10.123 : τοῦ prev. ed.
^ 20-21. l. ἐπε |λεύσεσθα[ι]
^ 22. l. τοῖς
^ 25. l. ἄκυρον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.