Papyri.info

sign in

p.michael.40 = HGV P.Michael. 40 = Trismegistos 21413



DDbDP transcription: p.michael.40 [xml]

VIspc Aphroditopolite

-- -- -- -- -- -- -- -- -- --
1παρʼ ἐμοῦ, ὧν γείτονες τοῦ προδιομο̣λ̣ο̣γ̣η̣μέν[ου - ca.10 -]
κτήμ̣[ατο]ς̣ ἔσωθεν καὶ ἔξωθεν ἐκ τετραγώνου εἰσὶν οὗτοι· νότου̣,
ἐν μὲν τῷ λιβικῷ ἀνέμῳ τὸ ὅριον τῶν ἀρουρῶν τοῦ ἐμοῦ πατρὸ̣ς̣
(*)σακίου, ἐν̣ δ̣ὲ τῷ ἀπηλιωτικῷ ἀνέμῳ ῥύμη διηγοῦσα [⁦ -ca.?- ⁩]
5εἰ̣ς̣ ἀ̣π̣η̣λ̣ι̣ώτην εἰς τὸ ἐπ̣[οί]κ̣ει[ο]ν̣ λεγόμενον Ψινίου· ἀπηλιώτου,
[ἐν μὲν τῷ νοτίνῳ ἀνέμῳ ⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩ ἐν] δὲ τῷ
β̣ο̣ρι̣ν̣ῷ ἀνέμῳ ἄρουραι τοῦ αὐτοῦ ἐμοῦ πατρὸς Ἰσακίου· βορρᾶ ―
τὸ κτῆμα τῶν κληρονόμων Ἀπολλῶτος Διοσκόρου Φαρατοπος·
10λιβὸς ἄρουραι τοῦ αὐτοῦ ἐμοῦ πατρὸς Ἰ(*)σακίου, ἢ οἵοι ἐὰν ὦσι
γείτονες πάντῃ παντόθεν τοῦ προειρημένου \κτήματος/ ἐν τῇ νοτίνῃ
πεδιάδι τῆς αὐτῆς κώ̣μ̣ης [Ἀ]φ̣ρ̣ο̣δ̣ί̣[τ]η̣ς̣ [τοῦ] ἐ[ν] κ̣λ̣ή̣ρ̣ῳ̣ λ̣ε̣γ̣ο̣μ̣ένῳ
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] τ̣ι̣μ̣ῆς̣ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ
συναρεσάσης τελείας καὶ ἀξίας, χρυσοῦ δεσποτικῶν δοκίμων
15νομισματίων δέκα τὸν ἀριθμὸν ἑκάστου παρὰ κεράτια δύο τῷ
χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης,
γί(νονται) χρ(υσοῦ) ν(ομισμάτια) ι (παρὰ) κ(εράτια) κ, ἅπερ ταῦτα τῆς τιμῆς χρύσι̣ν̣α̣ ἀπείληφα ἐγὼ ὁ ἀποδόμενος
(*)ωάννης Ἰ(*)σακίου Βησκούι(*)τος παρά σου τοῦ ἐωνημένου
Ἀ̣π̣ο̣λ̣λ̣ῶ̣τ̣ο̣ς̣ Ἰ(*)ω̣σ̣ηφ[ί]ο̣υ̣ διὰ χειρός σου εἰς χ̣ει̣ράς μου ἐπʼ ὄψεσει(*) τῶν
20ἑξῆς ὑ(*)πογραφόντων νομίμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τ̣ὸ̣
διηνεκὲς ἀριθμῷ σταθμῷ πλήρη ἅμα τῇ πράσε̣ι γενομένῃ
ἐφʼ ᾗ τιμῇ καὶ πέπεισμαι· ἐφʼ ᾧ δή σε τελέσαι τὰ ὑπὲρ τούτου
παντοῖα δημόσια τελέσματα ἐμβολῆς τε καὶ χρυσικοῦ καὶ ναύλου̣
καὶ παντοίων ἀννωνιακῶν πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίου
25κώδικος Ἰ(*)ωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενόμενου
σχολαστικοῦ καὶ κηνσίτορος <ἢ>, εἰ οὕτω τύχοι, ἑτέραν μέτρησιν
κυρωθησομένην ἐν τῇ Ἀνταιοπολιτικῇ ἐνορίᾳ, ἀπὸ κανόνος
τῆς νῦν ἀρξαμένης ὀγδόης ἰ(*)νδι(κτίωνος) καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου
διὰ παντὸς εἰς τὸ παντελές· πρὸς τω(*) ἐντεῦθέν σε τὸν αὐτὸν πριάμενον
30Ἀπολλὼν υἱ(*)ὸν Ἰ(*)ωσηφίου θαυμασιώτατον ἀπὸ βοηθῶν κρατεῖν καὶ
κυριεύειν καὶ δεσπόζειν τοῦ προδεδηλουμένου ἡμίσους μου
μέρους τοῦ μητρῷου̣ μ̣ο̣υ̣ τρίτου μέρους κτήματος μετὰ παντὸς αὐτοῦ το(ῦ)
δικαίου κατὰ τὰς ἄνω εἰρημένας πάσας διαστολάς, καὶ οἰκεῖν
καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ γεωργεῖν καὶ καρποῦσθαι καὶ φορολογεῖν,
35καὶ ἐκποιεῖν ἢ καὶ μεταποιεῖν καὶ παραπέμπειν ἐπὶ κληρονόμ̣ους
(*)δίους καὶ διαδόχους καὶ κατόχους, καὶ χρησάσθαι καὶ νέμεσθαι
κατὰ τὸν δοκοῦντά σοι κυριευτικὸν τρόπον ἀκωλύτως καὶ ἀνεμποδίστως,
μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιηθησομένου(*) τῶν μετʼ ἐμου(*)
κληρονόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων
40ἢ ἀγχιστευόντων· καὶ τὸν ἐπελευσόμενον εἴς σε τοῦ λοιποῦ περὶ
τοῦ προγεγραμμένου ἡμί̣σ̣ο̣υ̣ς̣ μου μέρους τοῦ μητρῴου μου τρίτου {μο(υ)}
μέρους κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου κατὰ τὴν ἀνωτέραν
διαστολὴν ἐγὼ αὐτὸν ἀποτρέψω̣ ἀ̣π̣ό̣ σο̣υ ἰ̣δ̣ίοις μου ἀναλώμασι καὶ
δαπανήμασι· καὶ βεβαιώσω σοι πάσῇ βεβαιώσει ἀπὸ παντὸς καὶ
45διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου(*) πάντῇ̣ καὶ ἐπάναγκες·
εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως, τριπλα̣σ̣ί̣ως τὸ τίμημα
ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος, πρὸς τω(*) βεβαίαν̣
εἶναι καὶ ἰ(*)σχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην,
ἥνπερ δισσὴν γραφ(εῖσαν) ὁμότυπον γραφ(εῖσαν) ἑκὼν καὶ πεπεισμένος
50ἐθέμην σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης
καὶ φόβου καὶ δόλου τινος ἐν δημοσίῳ ἀρχίῳ(*) καὶ κατὰ νόμους τετελειωμένη̣ν̣
μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν
ἐμὴν μαρτυρησάντων μαρτύρων ἐξεδόμην σοι πρὸς ἀσφάλειαν·
καὶ εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησι̣ν̣
55ταύτης τῆς πράσεως ὑποκειμένων σοι πάντων μου τῶν ὑπαρχόντων
καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτο-
κινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ
καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης. καὶ πρὸς πάντα τὰ ἐγγεγραμμέν\α/
ἐπερωτηθ(εὶς) ὡμ̣ολόγησα. δῆλον ὅτι τοῦ προγεγραμμένου μητρῴου
60μου τρίτου μέρους \κτήματος/ κοινοῦ ὄντος πρός σε τὸν προειρημένον Ἀπολλὼν
υἱ(*)ὸν Ἰ(*)ωσηφίου τὸν νῦν ἠγορακότα εἰς τὸ ἄλλο ἥμισυ μέρος ἐλθὸν
εἴς σε ἀπὸ(*) δικαίας διαπράσεως(*) Φοιβάμμωνος ἐμοῦ ἀδελφοῦ
κ̣α̣τ̣ὰ μητέρα διὰ τοῦ πατρὸς αὐτοῦ Μαθίου Ψεμπνουθίου̣ Ψύ̣ρου,
τ̣ῆς̣ π̣ρά̣σεως βεβαίας οὔσης κα̣ὶ κυρίας π̣ανταχοῦ προφερομένης
65ἀκολούθως τῇ δυνάμει αὐτῆς καὶ ἐπι τούτοις πᾶσιν   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣
(hand 2) δῆλον ὅτι πέπρακά σοι τὸ ἕκτον μου μέρος ἀπὸ τῆς μονῆς καὶ τῆς οἰκίας
καὶ δικαίον(*) πάντων. ☧ Αὐρήλιος Ἰ(*)ωάννης Ἰ(*)σακίο(υ) ὁ προκείμενος ἐθέμην
ταύτην πρᾶσιν καὶ ἀπέσχον τὴν προκ(ειμένην) τελείαν τιμὴν ἐν νομισματίοις
δέκα, βεβαιώσο̣μέν σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ
70διὰ παντὸς, καὶ ὄμοσα(*) τὸν θεῖον ὅρκον ὡς πρόκ(εῖται) (hand 3) ☧ Αὐρήλιος
Μακάριος Φοιβάμμωνος μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου·
μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου ἐν νομισματίοις δεκα τῆς
τιμῆς. ☧ (hand 4) † Αὐρήλιος Ὀννῶφρις Θωμᾶς μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ
τοῦ θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτω̣ν̣
75τῆς τιμῆς. † (hand 5) Φλ(αούιος) Πνέι(*)ς Ἰ(*)ωσηφίου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ το(ῦ) Θεμένο(ῦ)·
μαρτυρῶ δὲ καὶ τῇ καταβο̣λῇ τοῦ χρυσίο̣(υ) τῶν δέκα νομισμάτων τῆς τ̣ι̣μῆς. ☧
(hand 6) ☧ Αὐρήλιος Ἰ(*)ωά̣ννης Βίκτορος μαρτ̣ρῶ(*) τῇ πράσει ἀκούσας παρὰ τοῦ
θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τῶν δέκα νομισμάτων τῆς τιμῆς. ☧
(hand 7) ☧ Αὐρήλιος Προμαυὼς Ἑρμαυῶτος μαρτυρῶ τῇ πράσει καὶ τῇ καταβολῇ
80τοῦ χρυσίο(υ) τῶν δέκα νομισμάτων τῆς τιμῆς ἀκούσας παρὰ τοῦ θεμένο(υ).
† διʼ ἐμοῦ Πιλάτου νομικ(οῦ) ἐγράφ(η) monogr.

Apparatus


^ 4. ϊσακιου, papyrus
^ 10. ϊσακιου, papyrus
^ 18. ϊωαννησ papyrus
^ 18. ϊσακιου papyrus
^ 18. βησκουϊτοσ papyrus
^ 19. ϊω̣σ̣ηφ[ι]ο̣υ̣ papyrus
^ 19. l. ὄψεσι
^ 20. ϋπογραφοντων papyrus
^ 25. ϊωαννου papyrus
^ 28. ϊνδι(κτίωνος) papyrus
^ 29. l. τὸ
^ 30. υϊον papyrus
^ 30. ϊωσηφιου papyrus
^ 36. ϊδιουσ papyrus
^ 38. l. ἀντιποιησομένου
^ 38. l. ἐμέ
^ 45. l. ἀντιποιησομένου
^ 47. l. τὸ
^ 48. ϊσχυραν papyrus
^ 51. l. ἀρχείῳ
^ 61. υϊον papyrus
^ 61. ϊωσηφιου papyrus
^ 62. J. Gascou, J.G. Keenan (via PN) : αὐτὸ prev. ed.
^ 62. J. Gascou, J.G. Keenan (via PN) : διὰ πράσεως prev. ed.
^ 67. l. δικαίων
^ 67. ϊωαννησ papyrus
^ 67. ϊσακιο(υ) papyrus
^ 70. l. ὤμοσα
^ 75. πνεϊσ papyrus
^ 75. ϊωσηφιου papyrus
^ 77. ϊωα̣ννησ papyrus
^ 77. l. μαρτυρῶ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.