Papyri.info

sign in

p.michael.43 = HGV P.Michael. 43 = Trismegistos 21419



DDbDP transcription: p.michael.43 [xml]

AD 526 Aphroditopolite

r
[μετὰ τὴν ὑπατείαν Φλ(αουίου) Φιλοξ]ένου τοῦ ἐνδοξοτάτου, Πα̣[ῦ]νι ιδ, πέμπτης ἰνδικ(τίονος) κατὰ θεῖον θέσπεισμα. ⁦ vac. ? ⁩
[⁦ -ca.?- ⁩ δ̣ι̣ʼ̣] ἐ̣μοῦ Φλαουίου Σαμουηλίου Κολλούθου, πατρὸς αὐτῶν τοῦ καὶ ποιουμένου τὸν λόγον αὐτῶν, στρατιώτου τοῦ ἀριθμοῦ τοῦ Πτολεμαί(*)δου
[νομοῦ ἀπὸ κώμης Τανυαίθεως] ν̣ομοῦ Ἀπολλωνος Πόλεως Μικρᾶ̣ς, β̣ραδέως ὑπογράφο̣ν̣τος ἰδίοις γράμμασιν, ⁦ vac. ? ⁩ Αὐρηλίῳ Φοιβάμμωνι Τριαδέλφου
[συντελεστῇ(?) ἀπὸ κώμης Ἀφροδίτ]ης τοῦ Ἀντ̣α̣ιοπολίτο[υ] ν̣ομοῦ χαίρειν. ⁦ vac. ? ⁩ ἐξεμίσ̣θωσά σοι̣ πρὸς ὀκτωέτη χρόνον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ ἕκτης ἰνδικ(τίονος)
5[τὸ ὑπάρχον μ̣ο̣ι̣ γεώργιο]ν̣ ἀρουρῶν ὅσων ἐστιν ὡς εἴκο̣σ̣ι ὀκτὼ ἀρουρῶν διακείμενον ἐν τῇ ἀπηλιωτικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣ο̣ύσης κώμης Θμονάχθη, σὺν διχώρῳ λάκκῳ καὶ δεξαμ[εν]ῇ καὶ φυτοῖς καὶ φοίνιξι καὶ πᾶσι τοῖς ἐν αὐτῷ ἐνοῦσι δικαίοις·
[ἐφʼ ᾧ σε τοῦτο ἔχειν ὑπό σε] κ̣α̣ὶ̣ τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιησαθαι(*) ἐκ τῶν ἰ(*)δίων σου ἀναλωμάτων καὶ κτηνῶν, καὶ διδόναι τὸν φόρον ἐν μὲν̣
[  ̣  ̣  ̣  ̣  ̣  ̣ ἑκάστης ἀρούρης ἀρτ]ά̣βας πέντε , δίμο̣ιρον ἐν πυ̣ρῷ, τρίτον ἐν κριθαῖς, μέτρῳ τ̣οῦ λαμπροτάτου καὶ εὐδοκ(ίμου) Ἀπολλωνίδου σκριν(αρίου), καὶ χόρτου μονόκοπος
[⁦ -ca.?- ⁩]  ̣ εἰ, ὃ μὴ εἴη, μὴ ἔλθῃ ὁ Νεῖλος ποτισθῆναι τὸ κλῆρον, παρέξεις μ̣οι ὑπὲρ τοῦ ἥμισυ(*) τετάρτου 𐅵 δ´ μέρους τοῦ κλήρου ἑκάστης ἀρούρης ἀ[ρτ]ά̣-
10[βας   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣, δίμοιρον ἐν π]υ̣ρ̣ῷ, τρίτ̣ο̣ν̣ ἐν κριθα̣ῖ̣ς̣, τῷ αὐτῷ μ̣έτρῳ· εἰ δὲ ὁ Θεὸς δοίη ἐ̣κ̣ κ̣υ̣κ̣λ̣ά̣δ̣ο̣ς ἀβρόχου π̣ο̣τ̣ι̣σθῆναι μέρος ἐκ τούτου, συγκλίσεις δὲ τ̣ο̣ῦ̣ παντ[ὸς]
[⁦ -ca.?- ⁩]  ̣, κα̣ὶ ὑ̣π̣ὲ̣ρ̣ χόρτου ἀργυρίου τά̣λ̣α̣ντα τρισχείλια(*)· παρέξεις δ̣ὲ μοι καὶ τυροὺς πεντήκοντα καὶ λαψάνης κολοβὰ τέσσαρα καὶ ὀρνι[θ](  )
[⁦ -ca.?- ⁩] ἑο̣ρτ̣η  ̣  ̣  ̣  ̣εκ  ̣  ̣  ̣  ̣ τῶν καρποφορούντων φυτῶν εἰς ἡμᾶς μερισθήσετα̣ι̣ κατὰ τὸ ἥμισυ . προσομολογ̣ῶ δε ἐσχηκέναι παρά σου σήμερον λόγῳ
[⁦ -ca.?- ⁩ χ̣ρ̣έ̣ο̣υ̣ς̣] χρυσο̣ῦ ν̣ο̣μ̣ισμά̣τια δέκα ὀκτὼ ἕκαστον παρὰ κεράτια δύο χρυσοχοι(*)κῷ <σταθμῷ> τῆς αὐτῆς κώμης Ἀφροδίτης καὶ σίτου κεφαλαίου ἀρτάβας πεντήκοντα ὀκτὼ καθαροῦ
[κόκκου μέτ]ρῳ Ἰ(*)ωάννου Φρηρίο[υ] τ̣οῦ ἐμοῦ προγεωργοῦ, γί(νεται) χρ(υσοῦ) νο(μισμάτια) ιη π(αρὰ) κερ(άτια) λϛ χρ(υσοῦ) σταθμ(οῦ) καὶ σί(του) (ἀρτάβαι) νη, καὶ ταῦτα εἶναι ἐπάνω τοῦ προκ(ειμένου) γεωργίου· καὶ ἑτοίμως ἔχω ταῦτα
15[ἀποδοῦνα]ί σοι ἐν κα̣ι̣ρῷ τῷ̣ ἐξερχο̣μένου σου ἐκ τοῦ κλήρου· μέντοι γε ἀποκουφίσω σοι ἐκ τοῦ προκ(ειμένου) φόρου κατʼ ἔτος ὑπὲρ τῆς παραμυθείας τῶν δέκα ὀκτὼ χρυσίνων
[καθʼ ἕκαστο]ν ἐνιαυτὸν σίτ̣ο̣υ̣ ἀρτάβα̣ς δέκα πέντε · τὰς δὲ πεντήκοντα ὀκτὼ ἀρτάβας τοῦ σίτου ταύτας ἀποδώσω σοι ἐν καιρῷ τῆς σὺν Θεῷ ἕκτης ἰνδικ(τίονος) ἀτοκί· εἰ δὲ
[μὴ ἀποπ]ληρώσω σοι ἐ̣π̣ὶ̣ τῆς̣ [αὐ]τῆς̣ ἕ̣κτ̣ης ἰνδικ(τίονος) ὡς προεῖπον μετὰ τε τὴν ἕκτην ἰνδικ(τίονα), ἄνω χωρηγ̣ήσω σοι λόγῳ παραμυθείας τοῦ προκ(ειμένου) μέτρου κατʼ ἔτος σίτου̣
[ἀρτάβας δέ]κ̣α ἐκ τοῦ αὐτοῦ φόρου [ἄ]χρι ἀποδόσεω̣ς τοῦ προκ(ειμένου) μέτρου· εἰ δὲ ἀπα̣ι̣τήθ̣η̣ν̣ σε ὑπὲρ ἐμοῦ λόγῳ δημοσίου, ἀποκουφίσω σοι αὐτὰ ἐκ τοῦ φόρου καθʼ ὁμοιότητα τῶν ἄλλων μισθωτῶν
[τῆς αὐτης κώ]μ̣ης. τῆς δὲ καταβολῆς γιγνομέν̣η̣ς τῶν δέκα ὀκτὼ νομισματίων καὶ τὰς πεντήκοντα ὀκτὼ ἀρτάβας τοῦ σίτου ἐν προχρείας ἐν τῇ τεσσαρασκαιδεκάτῃ τοῦ μηνὸς
20[Παῦνι ἡμέρα]ς, παρελθούσης δὲ τῆς προ̣κ̣(ειμένης) ἡμ̣έ̣ρ̣α̣ς κατʼ ἔτος κα̣ὶ <εἰ> μὴ αποδοίην σοι τῆς προκ(ειμένης) προχρείας, ἐξουσίαν ἔχεις τὸ αὐτὸ γ̣εώργιον ἐπὶ τὸν ἐπίοντα κύκλον <ἔχειν> καὶ γ[ε]ω̣ργεῖν
[⁦ -ca.?- ⁩] τ̣ὸν τόπον ἀναμφ[(ιλόγως)  ̣ ἡ] ἀ̣ν̣τιμίσθ(ωσις) κυρία καὶ βεβαία· καὶ ἐπερωτηθ  ̣  ̣  ̣ (hand 2) Φλ(αούιος) Σαμουὴλ Κολλούθου στρ(ατιώτης) ὁ προκ(είμενος) ἐξημίσθωσα(*) καὶ ἀποθωσω(*)
[⁦ -ca.?- ⁩ σί]τ̣ο̣υ̣ ἀ̣ρ̣τ̣ά̣β̣α̣ς προχ̣ρεί̣ας ὡς πρόκ(ειται)· ὑπογράψας ἀπέλυσα. ☧ (hand 3) ☧ Ἰ(*)ωάννης Ἀβρααμίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θ̣εμένο̣υ̣.
[⁦ -ca.?- ⁩] (hand 4)   ̣  ̣ιος̣ Β̣ί̣κ̣τ̣ορος   ̣  ̣  ̣  ̣ο̣ς μαρτυρῶ τῇ ἀν̣τημισθώση(*) ἀκούσας παρὰ̣ τοῦ θεμένου. (hand 5) ☧ Αὐρήλιος Θωμᾶς Ἰ(*)ωάννου μαρτυρῶ τῇ \  ̣  ̣/
[⁦ -ca.?- ⁩] (hand 6)   ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]  ̣α̣ρ[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣εμω̣ν̣ι̣α̣  ̣μ  ̣ ἔγ̣ρ̣(αψα) ἀξιω̣θε̣ὶ̣ς̣ ὑ̣π̣ὲρ αὐτοῦ προκ(ειμένου)   ̣[  ̣  ̣]  ̣ηλίου συ  ̣  ̣ξ̣η  ̣  ̣  ̣  ̣α̣  ̣  ̣  ̣  ̣ (hand 5?)   ̣τῇ ἀντιμισθώσοι(*) καὶ τῆς προχρείας   ̣  ̣  ̣  ̣
25[⁦ -ca.?- ⁩]μη  ̣\/ (hand 7) ἐγράφ(η) διʼ ἐμοῦ Ἀβρααμί[ο]υ Ἀπυγχί̣ο̣υ̣  ̣  ̣  ̣
v
☧ ὑποθήκη Ἀρχαγγέλου καὶ ὑποθήκη κατʼ ἀπο [ ] μη.

Apparatus


^ r.2. πτολεμαϊδου papyrus
^ r.7. l. ποιησά<σ>θαι
^ r.7. ϊδιων papyrus
^ r.9. l. ἡμίσους
^ r.11. l. τρισχίλια
^ r.13. χρυσοχοϊκω papyrus
^ r.14. ϊωαννου papyrus
^ r.21. l. ἐξεμίσθωσα
^ r.21. l. ἀποθήσω
^ r.22. ϊωαννησ papyrus
^ r.23. l. ἀντιμισθώσει
^ r.23. ϊωαννου papyrus
^ r.24. l. ἀντιμισθώσει

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.