Papyri.info

sign in

p.mil.congr.xiv.pg52 = HGV SB 14 11277 = Trismegistos 18109 = sb.14.11277



DDbDP transcription: p.mil.congr.xiv.pg52 [xml]

AD 225 Nilopolis Arsinoites
[Reprinted from: sb.14.11277] SB 14.11277

ἔ̣τους τετά̣ρ̣του Αὐτο̣κ̣ράτορο̣ς̣ Κα̣ί̣σ̣α̣ρος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀ̣λεξάνδρου Εὐσεβοῦς Ε̣[ὐ]τυ̣χοῦ̣ς̣ Σεβαστοῦ μηνὸς Τῦβι πέμτῃ(*)
καὶ εἰκάδι ἐν Νείλου πόλ̣ε̣ι̣ τ̣ῇ μητροπόλει. ὁμολογεῖ Αὐρήλιος
Κεφάλων Σεμθέ̣ως μητ̣ρὸς Διονυσαρίου ἀπὸ Νείλου πόλεως
5ὡς ἐτῶν πεντήκοντα δύο ἄσημος πεπρακέναι κατὰ
τήνδε τὴν ὁμολογίαν Αὐρηλίῳ Ἀπίωνι Χαιρᾶ μητρὸς
Μεθυσίου γυμνασιαρχήσαντι ἀρχιερατεύσαντι
τῶν κυρίων Σεβαστῶν τῆς αὐτῆς πόλεως ἀπὸ τῶν
κατηντηκότων εἰς αὐτὸν ἀπὸ κληρ̣ονομίας τοῦ ὁμογνη-
10σίου αὐτοῦ ἀδελφοῦ Αὐρηλίου Κολλούθου δούλην ὀνό-
μ̣α̣τι Σωτ̣η̣ρίδα ὡς ἐτῶν ἐννέα ἄσημον τιμῆς τῆς
συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν
νομί̣σ̣μ̣ατος δραχμῶν χιλείων(*) ἑξακοσίων ἃς καὶ
[αὐ]τ̣ό̣θ̣ι̣ [π]ροσ̣ομολο̣γ̣ε̣ῖ̣ ὁ̣ Κ̣[ε]φ̣[ά]λ̣ω̣ν̣ ἀ̣πεσχηκέν̣αι παρὰ
15τοῦ Ἀ̣π̣ί̣ω[ν]ο̣ς πλήρεις ἀρ̣ι̣[θμοῦ (δραχμὰς) Αχ]
τ̣  ̣  ̣ρ̣ος τ̣ο̣ απο̣ του̣[⁦ -ca.?- ⁩ καὶ παρέξεσθαι]
τὴν δο̣ύ̣λην Σωτηρί̣[δα ταύτην τοιαύτην ανα-]
πορριφον(*) χωρὶς ἱε[ρᾶς νόσου καὶ ἐπαφῆς. κυριεύειν οὖν]
καὶ ἐγ[κρ]ατεῖν καὶ̣ [διοικεῖν αὐτῆς τὸν Ἀπίωνα]
20καὶ ἐ̣π̣ι̣τ̣ε̣λεῖν περὶ αὐτῆς ὃν ἐὰ̣[ν αἱρῆται τρόπον,]
ἐξου[σίας] οὐκέτι οὔσης τῷ Κεφάλωνι μ̣[ηδʼ ἄλλῳ ὑπὲρ]
αὐτο[ῦ ἐ]πελεύσεσθαι ἐφʼ ἣν πέπρακ̣ε̣ν̣ Ἀ̣[πίωνι]
δούλ̣[η]ν Σωτηρίδαν(*) ἀνακριθεῖσαν ὑπὸ τοῦ νομοῦ
βασιλ[ικ]οῦ γραμματέως διαδεχομένου τὴν στρατηγί-
25αν Αὐ[ρη]λίου Ὠριγένους τῇ προκειμένῃ ἡμέρᾳ,
ἀ̣λ̣λ̣ὰ̣ κ̣[α]ὶ τὸν ἐπελευσόμενον ἢ ἐ[μ]π̣ο̣[ιη]σόμενον
τα̣ύ̣[τη]ς̣ ἢ μέρους χάρι̣ν̣ ἐ̣[πά]ν̣α̣[γκον] ἀ̣πο̣στήσειν
αὐτὸ[ν] Κεφάλωνα παραχ̣[ρῆμα το]ῖ̣ς̣ ἰ̣[δ]ίοις ἑαυτοῦ
ἀναλώ̣μασι βεβαιοῦντα π[άσῃ βεβαι]ώσει. ἡ πρᾶσις
30κυρία. περὶ δὲ τοῦ ταῦτα ὀ[ρ]θ̣[ῶς καὶ καλ]ῶς
[γε]γ̣ε̣[νῆσθαι] ἐ̣[περωτηθεὶς] ὁ [Κ]ε̣φ̣ά[λων ὡμολόγησε.]

Apparatus


^ 2. l. πέμπτῃ
^ 13. l. χιλίων
^ 17-18. l. [ἀνα]|πόριφον
^ 23. l. Σωτηρίδα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.