DDbDP transcription: p.oxy.14.1713 [xml]
AD 279 Oxyrhynchus
(*) Αὐρή[λιος] Σερῆνος ὁ καὶ Σαραπίων
ἀπὸ τῆ[ς λ]αμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγ- ’
χειτῶν πόλεως Αὐρηλίῳ Ἁρποκρατίωνι
καὶ ὡς χρηματίζει χαίρειν.
5ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν παραθέσει
ἀργυρίου Σεβαστοῦ καινοῦ νομίσματος
τάλαντα ἑκατὸν τεσσαράκοντα ὀκτὼ
δραχμὰς χειλίας(*) διακοσίας ὀγοδοήκοντα(*),
γ(ίνονται) (τάλαντα) ρμη (δραχμαὶ) Ασπ, ἅπερ σοι ἀποκαταστήσω
10ὁπόταν αἱρῇ ἀνυπερθέτως ἢ τῷ ὑπ[ὸ] σοῦ
διαπεμφθησομένῳ ἢ καὶ κατὰ μέρος
ἐπιστείλαντός σου καθʼ ἑκάστην δόσιν γράμματα
ὁμολογίας ὧν βουληθείης ἐξοδιασθῆναι,
εἰς δὲ τὴν συνπλήρωσιν τοῦ προκειμένου
15παντὸς κεφαλέου(*) ἀναδιδόντος σου ἢ ἀποστέλ-
λοντός σου ἐμοὶ διʼ οὗ πέμπεις ἐπὶ τὸ ὑπόλοι-
πον τοῦ ἀργυρίου ταῦτά μου τὰ γράμματα.
κύρια τὰ τῆς παραθήκης γράμματα ἁπλᾶ
γραφέντα ὄντα μου ἰ(*)διόγραφα, καὶ ἐπερωτηθεὶς
20ὡμολόγησα. (ἔτους) ε Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου Γοτ’τικοῦ(*)
Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Φαῶφι κγ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.