DDbDP transcription: p.oxy.17.2156 [xml]
IV/V spc Oxyrhynchus
r
τῷ ποθεινοτ[άτῳ] μου ἀδελφῷ
Σερᾷ Ἀμύντας χαίρειν.
εὔκαιρον καὶ νῦν δεξάμενος ἀφορ-
μὴν τοῦ γεινομένου πρὸς σὲ ἀναγκαῖ-
5ον ἐνόμισα προσειπεῖν σε, ὁμοῦ τῇ
θείᾳ τοῦ θεοῦ προνοίᾳ εὐχόμενος ἀεὶ
διαφυλάξαι σε ἡμῖν. κόμισαι διὰ τοῦ
ἀναδιδοῦντός σοι ταῦτά μου τὰ γράμματα
τὴν διφθέραν [τ]ῶν μεμβρανῶν ἐν
10τετραδίοις εἰκ[οσ]ιπέντε τιμῆς
ἀργυρίου (ταλάντων) ιδ [ ̣ ̣], καὶ εἰ χρεία ἐστὶν ἐκ-
τὸς τούτων ἀπ̣ʼ [ἐκ(?)]ε̣ί̣νων λαβεῖν με,
ἀντίγραψον κ[αὶ λα]μβάνω. ἴσθι δὲ καὶ αὐ-
τῶν, εἰ βούλει, τὴν τιμὴν (τάλαντα) ϛ εἶναι, ὅ̣τ̣[ι]
15δὲ καὶ αὐτὸς ἀπὸ τοῦ δικαστηρίου ηὐ̣θ̣ύ̣μ̣ησα
ἵνα ἐκεῖνα τὰ ὀλίγα ἐπιταγίδια ἀποστείλω.
κόμισαι διὰ Ἀπῖ τὸ στιχάριν καὶ τὸ μαφόρ-
τιν καὶ εὐθέως κναφήτω, ἔχει δὲ καὶ
Ἀφύγγ̣ιος ὁ κναφεὺς τὸ ἄλλο μαφόρτιν.
20προσαγόρευε Ἀμμώνιον καὶ τὰς ἀδελφάς.
πολλά σε ἀσπάζεται Αὐρήλιος καὶ τὸν
κύριόν μου ἀδελφὸν Ἑρμεῖνον καὶ Λέοντα
καὶ τοὺς ἡμῶν πάντας ἐν εἰρήνῃ.
[ἐρρ]ω̣μένῳ σοι καὶ εὐθυ-
25[μοῦντ]ι̣ ἐν κυρί[ῳ] θ̣(ε)ῷ
[ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣]α̣[ ̣ ̣]
-- -- -- -- -- -- -- -- -- -- v
δὸς τῷ ἀδελφῷ μου Σερᾷ π(αρὰ) Ἀμύντα.
τῷ ποθεινοτ[άτῳ] μου ἀδελφῷ
Σερᾷ Ἀμύντας χαίρειν.
εὔκαιρον καὶ νῦν δεξάμενος ἀφορ-
μὴν τοῦ γεινομένου πρὸς σὲ ἀναγκαῖ-
5ον ἐνόμισα προσειπεῖν σε, ὁμοῦ τῇ
θείᾳ τοῦ θεοῦ προνοίᾳ εὐχόμενος ἀεὶ
διαφυλάξαι σε ἡμῖν. κόμισαι διὰ τοῦ
ἀναδιδοῦντός σοι ταῦτά μου τὰ γράμματα
τὴν διφθέραν [τ]ῶν μεμβρανῶν ἐν
10τετραδίοις εἰκ[οσ]ιπέντε τιμῆς
ἀργυρίου (ταλάντων) ιδ [ ̣ ̣], καὶ εἰ χρεία ἐστὶν ἐκ-
τὸς τούτων ἀπ̣ʼ [ἐκ(?)]ε̣ί̣νων λαβεῖν με,
ἀντίγραψον κ[αὶ λα]μβάνω. ἴσθι δὲ καὶ αὐ-
τῶν, εἰ βούλει, τὴν τιμὴν (τάλαντα) ϛ εἶναι, ὅ̣τ̣[ι]
15δὲ καὶ αὐτὸς ἀπὸ τοῦ δικαστηρίου ηὐ̣θ̣ύ̣μ̣ησα
ἵνα ἐκεῖνα τὰ ὀλίγα ἐπιταγίδια ἀποστείλω.
κόμισαι διὰ Ἀπῖ τὸ στιχάριν καὶ τὸ μαφόρ-
τιν καὶ εὐθέως κναφήτω, ἔχει δὲ καὶ
Ἀφύγγ̣ιος ὁ κναφεὺς τὸ ἄλλο μαφόρτιν.
20προσαγόρευε Ἀμμώνιον καὶ τὰς ἀδελφάς.
πολλά σε ἀσπάζεται Αὐρήλιος καὶ τὸν
κύριόν μου ἀδελφὸν Ἑρμεῖνον καὶ Λέοντα
καὶ τοὺς ἡμῶν πάντας ἐν εἰρήνῃ.
[ἐρρ]ω̣μένῳ σοι καὶ εὐθυ-
25[μοῦντ]ι̣ ἐν κυρί[ῳ] θ̣(ε)ῷ
[ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣]α̣[ ̣ ̣]
-- -- -- -- -- -- -- -- -- -- v
δὸς τῷ ἀδελφῷ μου Σερᾷ π(αρὰ) Ἀμύντα.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.