Papyri.info

sign in

sb.22.15708 = HGV SB 22 15708 = Trismegistos 25933



DDbDP transcription: sb.22.15708 [xml]

ca. AD 100 Oxyrhynchus
[Reprinted from: .] P.Oxy. 18 2190

r

column 1
[- ca.10 - Θ]έωνι τῶι κυρίωι πατρὶ
[ -10-12- ] ⁦ vac. ? ⁩ χαίρειν.
[τῆς μὲν μεγίστ]ης ἀθυμίας ἀπήλλαξας \ἡμᾶς/ δηλώσας ὡς
[ἐστί σοι ἀδιά]φ̣ορα τὰ γενόμενα περὶ τοῦ θεάτρου,
5[ἤλπιζον δὲ φ]θ̣άσας καταπλεῦσαι τυχεῖν λαμπρῶν
[ἀγαθῶν, καὶ τί ἀ]ντὶ τῆς προθυμίας ἔπρα[ξ]α̣; νῦν
[γάρ, ἐπιζητῶ]ν̣ φιλόλογον, καὶ Χαιρήμονα τὸν καθη-
[γητὴν καὶ Δίδ]υμον τὸν τοῦ Ἀρ̣ι̣σ̣τοκλέ̣ο̣[υς], π̣α̣ρʼ οἷς
[ἐλπὶς ἦν καὶ ἐμ]έ̣ τι κατορθῶσαι, οὐκέτ̣ι̣ ἐ̣ν̣ τ̣[ῆ]ι̣ πόλει
10[εὗρον, ἀλλὰ κα]θ̣άρματα, παρʼ οἷς τῆι εὐθείαι ὁδῶι χρη-
[σάμενοι οἱ πλείο]ν̣ε̣ς διεφθόροσι(*). καὶ πρότερόν σοι ἔγρα-
[ψα, καθάπερ καὶ] ἔγραψα τοῖς περὶ Φιλόξενον, ἐπι-
[σκέψασθαι τὸ πρᾶ]γμα, καὶ ὑπʼ ἐκείνων τῶι εὐδοκιμοῦν-
[τι συνεστάθην, ὃν κ]α̣ὶ̣ παραιτησάμενον Θέ̣ωνα εὐθὺς
15[ἀπεδοκίμασας, ο]ἷ̣[ο]ν̣ κ̣[α]ὐ̣τὸς κατεγνωκὼς αὐτοῦ
[ὡς ἐνδεῆ παντ]ελῶς ἔ[χ]οντος τὴν ἕξιν. μεταδόν-
[τος δʼ ἐμοῦ Φι]λ̣οξένωι τὴν σὴν γνώμην, τὰ αὐτὰ μὲν
[ἐφρόνει, διὰ τα]ύτην μόνην τὴν τῶν σοφιστῶν ἀ-
π̣ο̣ρ̣[ία]ν̣ σ̣υ̣ν̣π̣α̣θ̣ε̣ῖν τῆι π[ό]λ̣ει φάσ̣κων, καταπλε̣[ύσ]α̣ν-
20τα δὲ τὸν Δί{δι}δυμον, ὡς ἔ[ο]ικεν, φίλον ὄντα αὐτῶι καὶ
σχολὴν ἔχοντα, ἔλεγεν ἐπιμελήσεσθαι τῶν ἄλ-
λων, μᾶλλον καὶ τοῦς τοῦ Ἀπολλωνίου τοῦ τοῦ Ἡρώ-
δου πα̣ρα̣β̣αλε̣[ῖν] ἔπειθεν αὐτῶι. καὐτοὶ γὰρ με̣[τ]ὰ̣ τού-
του δει̣[ν]ό̣τ̣ε̣ρ̣ο̣ν̣ κ̣αθηγητὴν ἕως τοῦ νῦν ἐ̣π̣ι̣ζητ̣[ο]ῦ-
25σι̣ν, ἀπο̣θ̣ανόντος φιλολόγου ὧι παρέβαλλον. ε̣ὐ̣-
ξάμενο[ς] δʼ ἂν ἔγωγε, εἴπερ ἀξίους λόγου καθηγητὰς
εὗρον, μηδὲ ἐξ ἀπόπτου Δίδυμον ἰδεῖν, τοῦτο̣ α̣ὐ̣-
τὸ ἀθυμῶ, ὅτι ἔδοξεν εἰς σύνκρισιν(*) τοῖς ἄλλο̣[ις]
ἔρχεσθα̣ι̣ οὗτ̣ο̣ς, ὃς ἐπὶ τῆς χώρας κ̣αθηγεῖτο.
column 2
30τοῦτο οὖν εἰδώς - ὅτι, πλὴν τοῦ μάτην μισθοὺς πλείονας
τελεῖν, ἀπὸ καθηγητοῦ οὐδὲν ὄφελος, ἀλλὰ ἀπʼ ἐμαυτοῦ
ἔχω - ταχέως ὅ τι ἐάν σοι δοκῇ γράψον. ἔχω δὲ
τὸν Δίδυμον, ὡς καὶ Φιλόξενος λέγει, ἀεί μοι προ̣[σ]ε̣υ̣-
καιροῦντα καὶ πᾶν ὅ τι δύναται παρεχόμενον. [ἔτι δὲ]
35τ̣ῶν ἐπιδεικνυμένων ἀκροώμενος, ὧν ἐστὶν ὁ Π̣ο-
σ̣ειδώνιος, τάχα θεῶν θελόντων καλῶς πράξο̣μ̣αι.
ἡ δʼ ἐπὶ τούτοις ἀθυμία ἐστὶν ἡ ὀλιγωρεῖν τοῦ σώματος
ἡ̣μ̣ᾶς ἀναγκ̣άζουσα, ὡς οὐδʼ ἐπιμελεῖσθαι δέον α̣ὐ̣τ̣ῶ\ν/
[τ]ο̣ὺ̣ς μήπω̣ πράσσοντας, καὶ μάλιστα ὅτε οὐ̣[δ]ὲ οἱ
40χαλκὸν εἰσφέροντές εἰσιν. τότε μὲν γὰρ πρὸς ἡμέρας
ὁ χρήσιμος Ἡρακλᾶς - κακὸς κακῶς - ὀβολοὺς ἐπ̣[ε]ισ-
έφερεν, νῦν δὲ ἅμα τῷ δεθῆναι ὑπὸ Ἰσιδώρου, ὥ̣σ̣[π]ε̣ρ
ἦν ἄξιον, ἔφυγεν καὶ ἀνῆλθεν, ὡς δοκῶ, πρὸς σέ. ὃν
εὖ ἴσθι μηδʼ ἂν ὀκνήσοντά(*) σοί ποτε ἐπιβουλεῦσαι.
45οὐ γὰρ ᾐσχύνετο πρὸ πάντων μετὰ χαρᾶς τὰ περὶ τοῦ
θεάτρου ἐν τῆι πόλει φημίζων καὶ λαλῶν τὰ ψεύ-
δη ἃ οὐδʼ ἂν κατήγορος εἴποι, καὶ ταῦτα μηδὲν ἄξι-
ον αὐτοῦ πάσχων, ἀλλὰ λελυμένος καὶ ὡς ἐλεύθε-
ρος πάντα ποιῶν. ἀλλʼ ὅμως δύνῃ,εἰ μὴ πέμπεις αὐ-
50τόν, παραδοῦναί γε τέκτονι. ἀκούω γὰρ ὅτι νεακί-
σκος(*) δύο δραχ{α}μὰς τῆς ἡμέρας ποιεῖ. ἢ σύνζευ-
ξον(*) αὐτὸν ἄλλωι ἔργωι, ὅθεν πλείονα χαλκὸν λή-
ψεται, ἵνα τὸ μισθάριον αὐτοῦ συνλεγόμενον(*)
πέμπηται ἡμεῖν(*) διὰ χρόνου. οἶδας γὰρ ὅτι καὶ ὁ Δι-
55ογᾶς γράμματα μανθάνει. ἐν ὧι τὸν μεικρὸν(*) πέμ-
πεις, πλατύτερον ἐν οἰκίᾳ ἰδιωτικῇ τόπον ὀψόμεθα.
ἵνα γὰρ γειτνιεύσωμεν Διονυσίῳ,ἐν μεικρωῖ λείαν(*)
τ̣ό̣π̣ωι γεγόναμεν. ἐκομισάμεθα τὸν κόϊκα, πάντα ἀσ̣φ̣α̣-
λ̣[ῶ]ς̣ ὅσα ἔγραψας ἔχοντα, καὶ τὰ ἄγγη σὺν τῶι ἡμικαδίω̣ι,
60ἐν οἷς εὕρομεν, ἀντὶ χοέων ιη, κβ. καὶ ὧν ἔγραψας ἔπεμ̣-
ψα μετʼ ἐπιστολῆς ἑκάστωι ἡμικάδιον. τοῦ ὁλοφάκου
τὰ ἓξ μέ(τρα) ἔλαβον, καὶ κῷον ὄξους πλῆρες, καὶ ταριχηρὰ
κρέα ρκϛ, καὶ τὰ ἐν τῶι κάδωι, καὶ τὰ ὀπτὰ λ.
ἔρρωσο. Χοιὰκ δ.
v
65[- ca.30 - ἀρ]χ̣ι̣ε̣ρ̣εῖ Νείλου.

Apparatus


^ r.1.11. l. διεφθόρασι
^ r.1.28. l. σύγκρισιν
^ r.2.44. l. ὀκνήσαντά
^ r.2.50-51. l. νεανί |σκος
^ r.2.51-52. l. σύζευ |ξον
^ r.2.53. l. συλλεγόμενον
^ r.2.54. l. ἡμῖν
^ r.2.55. l. μικρὸν
^ r.2.57. l. μικρῶι λίαν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: p.oxy.18.2190 [xml]

I spc Oxyrhynchus
[Reprinted in: .] SB 22,15708

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.