Papyri.info

sign in

p.oxy.2.271 = HGV P.Oxy. 2 271 = Trismegistos 20542



DDbDP transcription: p.oxy.2.271 [xml]

AD 56 Oxyrhynchus

ἀντίγρα(φον). ἔτους δευτέρου Νέρωνος Κλα[υδίου Κ]αίσαρος Σεβαστοῦ Γερμ[ανικ]οῦ Αὐτοκράτορος,
μηνὸς Καισαρείου ἐπαγο(μένων) γ, ἐν Ὀξυρύγχ(ων) π[όλει] τῆς Θηβαίδος. ὁ[μολο]γεῖ
Ἡράκλεια Ἡρακλείδου(*) ἀστὴ μετὰ [κυρίο]υ Νικίππου τοῦ Ν[ι]κίππου
Ἀλθαιέως Παποντῶτι Ἀφύγχιος τοῦ κ[αὶ] Ζωίλου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως
5ἐν ἀγυιᾷ παρακεχωρηκέναι αὐτῷ πρ[ᾶ]ξιν καὶ κομιδὴν ἀργυρίου Σεβαστοῦ
καὶ Π[τολε]μαικοῦ νομίσμα[τ]ος δραχμῶν [δι]ακοσίων , ὧν καὶ αὐτὴ Ἡράκλεια
τυγχ[άνε]ι παρακεχωρημένη κατὰ [συν]χώρησιν τὴν τελειωθεῖσαν
διὰ τῆς [ἐ]φημερίδος τοῦ καταλογείου τ[ῷ Κα]ισαρείῳ μηνὶ τοῦ ἐνεστῶτος ⟦δευ⟧
δ[ε]υ[τ]έρο[υ] ἔτους Νέρωνος Κλαυδίου Καίσαρ[ος Σεβασ]τοῦ Γερμανικοῦ Αὐ[το]κράτορος,
10δανε[ι]σθεισῶν δὲ ὑπὸ ⁦ vac. ? ⁩ Πνεφερ[ῶτι] Παποντῶτος χρ[η]ματίσαντι
Πέρ[σῃ τῆς] ἐπιγονῆς καθʼ(*) ἑτέραν σ[υνχ]ώρησιν τὴν τελειωθεῖσαν
διὰ το[ῦ] αὐτοῦ καταλογείου ταῖς ἐπ[αγομέ]ναις τοῦ Καισαρείου μηνὸς τοῦ
πρώτου ἔτους Νέρωνος Κλαυδίου Καί[σαρ]ος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος·
π[ρο]σπ[αρ]ακεχωρηκέναι δʼ αὐτῷ ὁ̣μ̣[ο]ίως ἣν καὶ αὐτὴ παρεκεχώ-
15ρη[τ]α̣ι πρᾶξιν διὰ τῆς εἰς αὐτὴν ὡς πρόκειται γεγονυ[ία]ς συν[χω-]
ρήσεως τῶν τοῦ ἀργ(υρίου) (δραχμῶν) διακοσίω[ν ,   ̣]   ̣  ̣  ̣κ̣[  ̣]ν̣ Π̣α̣[πο]ν̣[τω  ̣]  ̣[  ̣  ̣]
συν[κεχ]ωρηκέναι αὐτὴν ἑαυτῷ τὴν π[ρᾶξιν] καὶ κομιδὴν   ̣[  ̣  ̣]
εισ  ̣  ̣υ̣τ̣ων τοῦ ἀργ(υρίου) (δραχμῶν) σ καὶ τῶν τόκ[ω]ν, καὶ τὰ ἄ[λ]λα ἐπ[ι]τελ[εῖ]ν καθὰ
καὶ αὐτῇ καὶ τῷ Εἰρηναίῳ ἐξῆν, καὶ αὐτόθεν ἀναδέδωκεν τῷ
20Παποντῶτι τὰς εἰς αὐτὴν καὶ τὸν Εἰρην[αῖ]ον ὡς πρόκειται
συνχωρήσεις δύο ἃς καὶ παρέξεται ἐνθέσμους καὶ ἀπεριλύτους
διὰ τὸ ἐξευλυτῆσθ[α]ι αὐτὴν ὑπ[ὸ] τοῦ Παπ[ο]ντῶτος ταῖς τοῦ
ἀργ(υρίου) (δραχμαῖς) διακοσίαις [κ]αὶ τοῖς τόκοις. τὴν δ[ὲ π]αρὰ ταῦτα ἐσομένην
ἔφοδ[ο]ν ἄκυρον ε[ἶ]ναι, ἔτι καὶ [ἐ]κτίνειν [Ἡρ]άκλειαν ἢ τὸν [π]αρʼ
25αὐ[τῆ]ς ἐπελευσόμενον τ[ῷ Π]αποντῶτ[ι] ἢ τοῖς [π]αρʼ αὐτοῦ καθʼ ἑ-
κά[στ]ην ἔφοδον τό τε βλάβο[ς κ]αὶ ἐπίτιμον ἀρ[γ(υρίου) (δραχμὰς) ἑ]κατὸν καὶ
εἰ[ς τὸ δ]ημόσιον τὰς ἴσας, καὶ μ[ηδ]ὲν ἧσσον κυρία [ἡ] συνγραφηι(*).

Apparatus


^ 3. corr. ex ηρακλειδηυ
^ 11. corr. ex
^ 27. l. συγγραφή

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.