Papyri.info

sign in

p.oxy.34.2722 = HGV P.Oxy. 34 2722 = Trismegistos 16594



DDbDP transcription: p.oxy.34.2722 [xml]

AD 154 Oxyrhynchus

r
αθα̣ς̣
Θῶνις Ψενεφθᾶτος τοῦ Ψενεφθᾶτος μ[η]τρὸς̣   ̣  ̣  ̣  ̣
ἀπʼ Ὀξυρύγχων πόλεως πυραίθης Ἀθηνᾶς Θοήριδο[ς] θεᾶς
μεγίστης Πέρσης τῆς ἐπιγονῆς τῷ ἐμαυτοῦ ἀδ[ε]λφιδ[ῷ] Θώνει
5Ἡφαιστᾶτος τοῦ Ψενεφθᾶτος μητρὸς Τασεῦτος ἀ̣[π]ὸ̣ τῆς αὐτῆς
πόλεως πυραίθῃ τῆς αὐτῆς θεοῦ χαίρειν· ὁμολογῶ ἔχειν
παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου
(*)έρακος καὶ τῶν σὺν αὐτῷ ἐπιτηρητῶν τραπέζης ἐ̣π̣α̣κ̣ο̣λ̣[ο]υ̣-
θοῦντος Μαρτιᾶλλις ὑ(*)πόσχεσιν δεδωκότος ἀργυρίο̣[υ]
10σεβαστοῦ νομίσματος δραχμὰς ἑξακοσίας γείνονται ἀργυρίου
δραχμαὶ ἑξακόσιαι κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται
τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶ-
τος μηνὸς Φαρμοῦθι καὶ ἐπάναγκον ἀποδώ[σ]ω σοι τὸν μὲν
τόκον κατὰ μῆνα τὸ δὲ κεφάλαιον τριακάδι Φαμενὼθ
15τοῦ εἰκοστοῦ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου χωρὶς
πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται συν-
χωρῶ μένειν περὶ σὲ τὸν Θῶνιν Ἡφαιστᾶτος καὶ ἐκγόνους
καὶ τοὺς παρὰ σοῦ μεταλημψομένους ἀνθʼ οὗ ἐὰν μὴ ἀποδῶ
μετὰ τὴν προθεσμίαν τὴν κράτησιν καὶ κυρείαν εἰς τὸν
20ἀεὶ χρόνον τῶν ἐπιβαλλόντων μοι μερῶν πάντων κοινῇ
πρὸς τοὺς ἀδελφούς μου Τασενπώθην καὶ τὸν πατέρα σ̣[ου]
Ἡφαιστᾶν ἐπʼ ἀμφόδου Δεκάτης ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐν
ῥύμῃ τυφλῇ οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων
καὶ ἐξόδων ὧν ὅλων γείτονες νότου Σαραπίωνος βορᾶ(*) εἴσοδος
25ἀπηλιώτου Ἄπιος λιβὸς ἐμοῦ καὶ τῶν ἀδελφῶν καὶ τάξασθαί σε
διὰ σεαυτοῦ ἐὰν αἱρῇ τὰ ὑπὲρ τούτων τέλη καὶ δεσπόζιν(*)
αὐτῶν ὡς ἂν πράσεώς σοι γενομένης καὶ τὰ περιεσόμενα
ἀποφέρεσθαι καὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἂν αἱρῇ
μηδεμιᾶς μοι ἐφόδου καταλειπομένης ἀλλὰ καὶ ἀπάνανκον
30παρέξομέ(*) σοι καὶ τοῖς παρὰ σοῦ τὰ αὐτὰ μέρη τῶν ἐνγέων(*) διὰ
παντὸς βέβαια ἀπὸ πάντων πάσι(*) βεβαιώσι(*) καὶ καθαρὰ
ἀπὸ ἀπογραφῆς πάσης καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ
οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν
ἄλλου καὶ μέχρι ἀποδόσεως οὐκ ἔξεσταί μοι τὰ αὐτὰ μέρη
35τῶν ἐνγαίων οὐδὲ μέρος πωλεῖν οὐδὲ ὑ(*)ποτίθεσθαι οὐ-
δʼ ἄλλως καθαχρηματίζιν(*) κατʼ οὐδένα τρόπον οὐδὲ ἀπο-
γράφεσθαι ἐπʼ αὐτῶν οὐδένα ἢ πᾶν τὸ ὑ(*)πεναντίως πρα-
χθησόμενον ἄκυρον εἷναι ἐξόντος σοι διὰ σεαυτοῦ ἀ̣π̣ὸ̣ τοῦ
νῦν ὁποτὰν αἱρῇ κατοχὴν τούτων ποιήσασθαι διὰ τῆς τῶν
40ἐνχρήσεων(*) βιβλιοθήκης ἄχρι ἀποδῶ σοι τὸ κεφάλαιον
καὶ τοὺς τόκους, αἱρέσεως καὶ ἐγλογῆς(*) οὔσης περὶ σὲ τὸν
Θῶνιν Ἡφαιστᾶτος ἐὰν βούλῃ μετὰ τὸν χρόνον μὴ δι-
καιοπραγμουμένου(*) μου τῷ κεφαλαίῳ καὶ τόκοις κυρι-
εύειν ἀντὶ τούτων τῶν αὐτῶν μερῶν τῆς οἰκίας
45ἐπὶ τοῖς προκειμένοις ἢ τὴν πρᾶξιν ποιήσασθαι τοῦ τε̣
αὐτοῦ κεφαλαίου καὶ τῶν ὠνομασμένων καὶ τοῦ ὑπερ-
πεσόντος χρόνου ἴ(*)σων δραχμιαίων τόκων ἑκάστης μνᾶς
κατὰ μῆνα ἕκαστον ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν μερῶν τῆς
οἰκίας καὶ ἐκ τῶν ἄλλων τῶν ὑπαρχόντων μοι πάντων
50καθάπερ ἐγ(*) δίκης· κυρία ἡ χεὶρ πανταχῆ ἐπιφερομέν(η)·
(ἔτους) ιζ Αὐτ[ο]κράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου
σεβαστοῦ εὐσεβοῦς· Φαρμοῦθι δ· (hand 2) Θῶνις Ψενεφθ-
ᾶτος τοῦ Ψενεφθᾶτος ἔχω παρὰ τοῦ ἀδελ-
φιδοῦ μου Θωνις(*) Ἡφεστᾶτο̣ς̣ τ̣ο̣ῦ̣ α̣ὐ̣τοῦ ἀργυ-
55ρίου δραχμὰς ἑξακοσίας κεπαλέου(*) τόκου
δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα
ἀπὸ τοῦ ἀνεστῶτος(*) μηνὸς Φαρμοῦθι καὶ
ἀποδώσω τὸν μὲν τόκον κατὰ μῆνα τὸ
δὲ κεπάλεον(*) τριακάδι Φαμενὼθ τοῦ
60εἰκοστοῦ ἔτους Ἀντονίνου(*) Καίσαρος τοῦ κυρίου,
εἰ δὲ μή, κυριε̣ύ̣σει τῶν αἰπιβαλλώντων(*)
μοι μερῶν πάντων κοινης(*) π[ρ]ὸς τοὺς ἀδ̣ε̣λ̣-
πούς(*) μου Τασεμφώθην καὶ [τ]ὸν π[ατ]έρα αὐ-
τοῦ Ἡφεστᾶν ἐπʼ ἀμφώδου Δεκάτης ἐν τοῖς
65ἀπὸ λιβὸς μέρεσι ἐν ῥύμῃ τυπλῇ(*) οἰκίας
καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ
[ἐξ]όδων ἐπ̣[ὶ] πᾶσι τοῖς προκειμένοις ὡ̣ς καὶ
-- -- -- -- -- -- -- -- -- --
v
☧ σενπώθου ☓ ἀδελφοῦ \Θώ̣ν̣ι̣ος/ <καὶ> Ἡφαιστᾶτος
διὰ τραπέζης ἐφʼ ὑποθ(ήκῃ) μερῶν
70οἰκιῶν

Apparatus


^ r.8. ϊερακοσ papyrus
^ r.9. ϋποσχεσιν papyrus
^ r.24. l. βορ<ρ>ᾶ
^ r.26. l. δεσπόζ<ε>ιν
^ r.30. l. παρέξομαί
^ r.30. l. ἐγγαίων
^ r.31. l. πάσῃ
^ r.31. l. βεβαιώσ<ε>ι
^ r.35. ϋποτιθεσθαι papyrus
^ r.36. l. καταχρηματίζειν
^ r.37. ϋπεναντιωσ papyrus
^ r.40. l. ἐγκτήσεων
^ r.41. l. ἐκλογῆς
^ r.42-43. l. δι |καιοπραγουμένου
^ r.47. ϊσων papyrus
^ r.50. l. ἐκ
^ r.54. l. Θώνιος
^ r.55. l. κεφαλαίου
^ r.57. l. ἐνεστῶτος
^ r.59. l. κεφάλαιον
^ r.60. l. Ἀντωνίνου
^ r.61. l. ἐπιβαλλόντων
^ r.62. l. κοινῇ
^ r.62-63. l. ἀδελ |φούς
^ r.65. l. τυφλῇ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.