DDbDP transcription: p.oxy.34.2724 [xml]
AD 469 Oxyrhynchus
r
ὑπατίᾳ Φλ(αουίων) Ζήνωνος καὶ Μαρκιανοῦ τῶν λαμπροτάτων
Φαῶφι κβ η ἰνδικ(τίωνος)
Φλαουίᾳ Κυρίᾳ τῇ λαμπροτάτῃ καὶ εὐγενεστάτῃ γεουχούσῃ
ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει
5Αὐρήλι[ο]ι Πασο̣ή̣ριος υἱὸς Κορνηλίου καὶ Ἰωάννης Φοιβάμμ\ω/νος
ἐναπόγραφοι γεωργοὶ ἀπὸ ἐποικίου Χαιρᾶ κτήματος τῆς
σῆς θαυμασιότητος τοῦ αὐτοῦ νομοῦ· χρείας καὶ νῦν
γενομένης εἰς τὴν ὑφʼ ἡμᾶς γεουχικὴν μηχανὴν
καλουμ[έ]νην Ψῶ ἀντλοῦσαν εἰς ἀροσίμην γῆν ἄξονος
10ἑνός, ἀνελθόντες ἐπὶ τῆς πόλεως ἠξιώσαμεν τὴν
ὑμῶν λαμπρότητα ὥστε τοῦτον παρασχεθῆναι
καὶ εὐθέως ἡ ὑμῶν εὐγένεια παρέσχετο ἡμῖν
τὸν αὐτὸν καινὸν ἀντλητικὸν εὐάρεστον ἄξονα
εἰς ἀναπλήρωσ[ιν] τῶν μηχανικῶν ὀργάνων
15ὅντινα ὑποδ[εξάμ]ενοι ἐν τῇ [σή]μερον ἡμέρᾳ
ἥτις ἐστὶν Φα[ῶφ]ι δευτέρα [καὶ] εἰκὰς τῆς ὀγδόης
ἰνδικτίωνος, γ̣ε̣[ωργία]ς̣ δὲ ἐνάτη[ς] ἐ̣πινεμήσεως
προσομολο[γοῦμεν] ἐξ ἀλληεγ[γύη]ς τὰς ἀντλήσεις
καὶ ὑδροπαρ[ο]χί̣[ας π]οιεῖσθαι ἀ[μ]έμπτως· κυρία ἡ
20χειρογραφεῖσα(*) [καὶ] ἐπερ(ωτηθέντες) ὡμολ(ογήσαμεν)· Αὐρήλιοι Πασοήριος
Κορνηλίου κ̣[αὶ] Ἰωάννης Φοιβάμμωνος πεποιήμεθα τὴν
χειρογραφ(ίαν) ὑποδεξάμενοι τὸν ἄξονα τὸν καινὸν καὶ συμφ(ωνεῖ)
ἡμῖν πάντα ὡς πρόκ(ειται)· Αὐρήλιος Σαραπάμμων Θέωνος
ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων.
25☧ di ̣ ̣ ̣ ̣ v
☧ χειρογραφ(ία) ἄξονος ἑνὸς δ ̣ ̣ ̣ ̣

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.