Papyri.info

sign in

p.oxy.36.2774 = HGV P.Oxy. 36 2774 = Trismegistos 16565



DDbDP transcription: p.oxy.36.2774 [xml]

AD 129 Oxyrhynchus

Ἀ̣[γαθ]ὸς Δαίμων Δι[ογ]ένους τοῦ Θέωνος Σωσικόσμιος ὁ καὶ
Ἀ̣λ̣θ̣[α]ιεὺς Παυσανίᾳ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς
Ἀ̣π̣ο̣λλωνοῦτος ἀπʼ Ὀξυρύ̣νχων πόλεως χαίρειν. ὁμο̣λ̣ο̣-
γῶ̣ [ἔχ]ειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστοῦ
5νο̣μίσματος δραχμὰς ἑπτακισχιλίας πεντακοσίας
αἵ̣ ε̣[ἰ]σ̣ι̣ν ἀργυρί[ο]υ τάλαντον ἓ̣ν̣ καὶ δραχμαὶ χίλιαι πεντα-
κ[ό]σιαι γί(νονται) τάλαντον ἓ̣ν̣ καὶ δραχμαὶ χίλιαι πεντακόσιαι
[κε]φ̣α̣[λαί]ο̣υ̣ αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου τρι-
ω̣βο̣λ̣είου ἑ̣κάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ
10εἰσιό̣ν̣τος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου
ἔτο[υς Ἁδρι]ανοῦ κα̣ί̣σα[ρο]ς [το]ῦ κυρίου, ἃ[ς κα]ὶ ἀποδώσω [σο]ι
χ̣ω̣[ρὶς πάσ]ης ὑ̣π̣ερθέ[σε]ω[ς] {εως} Φαῶ[φ]ι τριακάδι̣ τ̣ο̣ῦ̣
[π]έ̣[μπτου] κ[αὶ] δεκάτου ἔτους τοῦ εἰσιόντος Ἁδριανοῦ καίσαρος
τοῦ [κυ]ρί[ο]υ̣. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐ[κ]τείσ̣[ω σ]ο[ι]
15τὸ π̣ρ̣[ο]κ[είμ]ενον κ̣ε[φά]λα[ιον] μεθʼ [ἡ]μ̣[ιολί]α̣[ς ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.