Papyri.info

sign in

p.oxy.38.2874 = HGV P.Oxy. 38 2874 = Trismegistos 22258



DDbDP transcription: p.oxy.38.2874 [xml]

AD 108 Oxyrhynchus

ἐμίσθωσ̣ε̣ν Στράτων̣ Ἡ̣λιοδώρο̣υ τῶν
ἀπʼ Ὀξυρύγχων πόλεως Π̣αχνοῦβ̣ι Τοτοέ-
ως τοῦ Τρ[ύ]φων̣ο̣ς τῶν ἀπὸ κώμης Ταναίεως
Πέρσῃ τῆς ἐπιγ̣ο̣νῆς εἰς ἔτ̣η̣ τέσσαρα̣ β̣ροχὰς̣
5τέσσαρα[ς] ἀ̣πὸ τοῦ ἐνε̣σ̣τῶτος δωδεκάτο̣υ̣
ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραιανοῦ Σεβαστοῦ Γερμαικοῦ Δακικοῦ
τ̣ὰ̣ς̣ ὑπαρχο̣ύ̣σ̣α̣ς αὐτ̣ῶι [π]ε̣ρὶ τὴν̣ [α]ὐ-
τὴ̣ν Ταν̣αί̣ιν ἐκ τοῦ Νικαίο̣[υ] κλήρου ἀρο̣[ύ]ρας
10ἐ̣κ[ό]σι(*) τ̣έ̣σσαρα̣ς , ὥστε σπεῖραι κα-
τʼ ἔτος τὸ μὲν ἥ̣μισυ πυρῶι τὸ τʼ ἕτε-
ρ̣ο̣ν ἥμισυ ξυλαμῆσαι ἀράκωι χόρτωι,
ἐ̣κφορίο̣υ κατʼ ἔτος ἀποτάκτου τοῦ μὲν
ἐνεστ̣ῶ̣το̣ς̣ ἔτ̣ους̣ πυροῦ ἀρταβῶν
15ἑ̣κατὸν τριάκοντα ἑννέα , τῶν δʼ ἄλ-
λ̣ων ἐτῶν τριῶν κατʼ ἔτος ἀποτάκτου
πυροῦ ἀρταβῶν ἑκατὸν τριάκοντα
τεσσάρων , καὶ \κα/τʼ ἔτος̣ τοῦ ἐκβησομένου̣
ἀχύρου τὸ ἥμισυ, ἀκίνδυνα πάντα κατʼ ἔτο[ς]
20π̣α̣[ν]τὸς κινδ̣[ύ]ν̣[ο]υ, τῶν ὑπὲρ τῆς γῆς κ̣α̣τʼ ἔτ̣ο̣ς̣
δ̣η̣μ̣ο̣σίων ὄντ̣ω̣ν̣ πρὸς τὸν Στράτωνα ὃ̣ν κα̣ὶ̣
κ̣υ̣ρ̣ι̣ε̣ύειν τῶν κατʼ ἔτος καρπῶν ἕως
τ̣ὸ̣ κ̣ατʼ ἔτ̣ο̣ς ἀπότακτον κομίσ̣η̣τ̣α̣ι̣.
τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδό-
25τωι(*) ὁ μεμισθωμένος τῶι μεμισθωκότι
[τὸ κ]α̣τ̣ʼ ἔ̣τ̣ο̣[ς] ἀ̣π̣ό̣τ̣α̣κ̣τ̣ο̣ν̣ ἀ̣ε̣ὶ̣ ἐ̣ν̣ Π̣α̣ῦ̣ν̣ι̣ μ̣η̣ν̣ὶ̣
ἐφʼ ἅ̣λ̣ω̣ Τ[αναί]ε̣[ως] π̣υ̣ρ̣[ὸ]ν̣ [ν]έ̣ο̣ν̣ κ̣α̣θ̣α̣ρ̣ὸ̣ν̣ ἄ̣δ̣ο̣λ̣ο̣ν̣ ἄ̣κ̣ρ̣ι̣θ̣ο̣ν̣
κε̣κοσκιν̣ευμένον ὡς εἰς δημόσιον, μετρούμενο̣ν̣
μέ̣τ̣ρῳ τετάρτῳ παραλημπτικῷ αὐτοῦ Στράτων̣ο̣ς̣,
30γεινομένης τῆς μετρήσεως ὑφʼ οὗ ἐὰν αἱρῆται Στράτων̣.
ἐπάναγ̣κ̣ο̣ν̣ παραδώσει ὁ μεμισθωμένος τὸ ἔδαφος
τεθρυ̣ο̣κ̣ο̣πημένον καὶ τὸ ἥμισυ μέρος ἀπὸ ἀναπαύματ̣ο̣ς̣
ἀράκῳ χ[ό]ρ̣[τ]ῳ ἀπὸ κοπῆς. ἐὰν δέ τις ἄβροχος γένηται, πα-
ραδεχθήσεται τῷ μεμισθωμένῳ πρὸς ἀνάλογον τοῦ
35ἀποτάκτου. καὶ ἡ πρᾶξις ἔστω Στράτωνι ἔκ τε τοῦ μεμισθ[ω-]
μέν̣[ο]υ κ̣αὶ ἐκ̣ τ̣ῶ̣ν ὑπαρχόντ̣ω̣ν αὐτῷ πάντων καθάπερ ἐκ <δίκης>.
κ̣υ̣ρ̣ί̣α̣ ἡ̣ μίσθωσις. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος
Ν̣έ̣ρ̣ο̣υ̣α Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Φαῶφι ιε.
Π̣α̣χνοῦβ̣ις Τοτοέως τοῦ Τρύφωνος μεμίσθωμαι
40[τὰς] εἴκοσι τέσσαρας ἀρούρας ἐπὶ τὰ τέσσαρα
[ἔτ]η̣ ἐκφορίου κατʼ ἔτ̣[ο]ς̣ ἀποτάκτου το̣ῦ̣ μ̣ὲ̣ν̣
[ἐνε]στῶτος ἔτους πυροῦ ἀρτ̣α̣βῶν ἑκατὸ̣ν̣
τ̣ρ̣[ιά]κ̣ο̣ν̣τ̣α̣ ἐν̣ν̣[έ]α̣ , τῶν δʼ [ἄλ]λ̣ων ἐτῶν
τ̣ρ̣ι̣ῶ̣ν̣ κατ̣ʼ ἔ̣τ̣ο̣ς̣ π[υ]ρ̣οῦ ἀρ̣τ̣αβ̣ῶ̣ν ἑκατ[ὸ]ν̣
45τ̣ρ̣ι̣ά̣κ̣ο̣ν̣τ̣α̣ τεσσάρων , καὶ τοῦ ἐγβησομένου
κ̣α̣τ̣ʼ ἔ̣τ̣ο̣ς̣ ἀχύ̣ρου τὸ ἥ̣μ̣ι̣σ̣υ, καὶ ἀποδώσ̣ω̣
πάν̣τ̣α̣ κατʼ ἔτος καὶ [π]οιήσομαι τὴν̣ κατʼ ἔ-
τος θρυοκοπίαν, καὶ παραδώσω τῷ ἐσ̣χά̣τ̣ῳ
ἐνιαυτῷ τὸ ἥμισυ μέρος τῶν προκ̣ε̣ι̣μ̣έ̣-
50νων ἀρουρῶν ἀπὸ ἀναπαύματος κοπῆς
ἀράκου καὶ χόρτω(*). καὶ παραδώσω τεθρυο-
κοπημέν̣ας ταῖς ἰδίαις μου δαπάναις. καὶ
ἀποδώσω καὶ ἕκαστα π̣ο̣ιήσω ὡς πρόκειται.
Πλούταρχος Παχνοῦβ̣ις(*) ἔ̣γ̣ραψα ὑπὲρ τοῦ πα-
55τρός̣ μ̣ο̣υ̣ μὴ εἰδότος γράμ̣μ̣ατα. ἔτους
ενδεκάτου(*) Α̣ὐτοκράτο̣ρ̣ο̣ς̣ Καίσαρος Νέρουα
Τραιανοῦ Σεβα̣σ̣τ̣ο̣ῦ Γερ[μα]νικοῦ Δακικοῦ,
Φαῶφι ιε.

Apparatus


^ 10. l. εἰκ[ό]σι
^ 24-25. l. ἀποδό |τω
^ 51. l. χόρτου
^ 54. l. Παχνοῦβιος
^ 56. l. δωδεκάτου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.