Papyri.info

sign in

p.oxy.3.497 = HGV P.Oxy. 3 497 = Trismegistos 28355 = yale.apis.0000490000



DDbDP transcription: p.oxy.3.497 [xml]

II spc Oxyrhynchus

r
[⁦ -ca.?- ⁩]  ̣  ̣[  ̣  ̣]μ̣ων
[⁦ -ca.?- ⁩ πωλεῖν οὐδὲ ὑποτίθεσθα]ι̣ οὐδʼ [ἄλλως κ]αταχρηματίζειν
[χωρὶς εὐδοκούσης τῆς Ἀμμωνοῦτος ⁦ -ca.?- ⁩]ε̣σ̣τ̣ω̣, κ̣α̣τὰ <τὰ> αὐτὰ μηδὲ Ἀ[μμ]ωνοῦτι ἐξέστω ἀπόκοι-
[τον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Θέωνος οἰκίας μηδὲ ἄλλῳ ἀνδρὶ συνεῖναι μηδὲ αἰσχύνειν Θέωνα ὅσα φέρει αἰσχύ]νην ἀνδρὶ μηδὲ φθείρειν τὸν κοινὸν οἶκον. ἐὰν
5[δέ τι διαφέρωνται πρὸς ἀλλήλους καὶ βούληται Ἀμμωνοῦς ἀπαλλάσσεσθαι ἀπὸ Θέωνος καὶ ⁦ -ca.?- ⁩ τῆς φερνῆ]ς τὴν ἀπαίτησιν ποιεῖσθαι ἀπολιποῦσα Θέωνα
[⁦ -ca.?- ⁩ ἀποδότω αὐτῇ Θέων τὰς δραχμὰς ⁦ -ca.?- ⁩ κ]οσίας ἐν ἡμέραις ἑξήκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ. ἐὰ[ν]
[δὲ ⁦ -ca.?- ⁩ Ἀμμωνοῦς βούληται τῆς φ]ερ[ν]ῆς τὴν ἀ[π]αίτη[σ]ιν ποιεῖσθαι ἔστω ἀντὶ ταύτης μόνων τῶν ἑξα-
[κοσίων δραχμῶν ⁦ -ca.?- ⁩]κ̣ον χορηγείτω ὁ αὐτὸς Θέων τοῖς τέκνοις τὰ πρὸς τὴν διατροφὴν
[⁦ -ca.?- ⁩ ἐὰν δὲ μετὰ τὸν ἀ]πʼ ἀλλήλων χωρισμὸν συμβῇ τὰ ἐξ ἀλλήλων τέκνα μεταλλάξαι
10[⁦ -ca.?- ⁩ ἀποδότω Θέων Χαι]ρ[ήμο]νι ἐὰν ζῇ εἰ δὲ μὴ τοῖς ταύτης ἔνγιστα(*) γένους οὖσι τὴν φερνὴν
[καὶ ⁦ -ca.?- ⁩ ἢ ἀποτεισάτω μεθʼ ἡμ]ιολίας. συ[ν]φερομένων δʼ αὐτῶν εἴη μὲν ὑγεία, ἐὰν δέ τ[ι]νι αὐτῶν συμβῇ τελευ-
[τῆσαι ⁦ -ca.?- ⁩ τῶν ἐσομένων αὐτοῖς ἐξ ἀλλήλω]ν [τ]έκνων ἤ τινων αὐτῶν ἀφηλίκων ὄντων ἔστω Ἀμμωνοῦς καὶ ὁ ὑπὸ τοῦ Θέωνος
[κατασταθησόμενος ἕκαστος κατὰ τὸ ἥμισυ ἀμφότεροι ἐπίτροποι ⁦ -ca.?- ⁩ τῶν τέκνων] διαιτωμένων παρὰ τῇ [μ]ητρὶ μέχρι τοῦ εἰς ἡλικίαν ἐλθεῖν. ἐὰν δὲ μηθεὶς π̣ρὸ̣ς̣ τῷ
[⁦ -ca.?- ⁩ κατασταθῇ ⁦ -ca.?- ⁩] ἐγλόγιστος τούτων καὶ [τ]ῶν καταλειφθησομέν[ων] αὐτοῖς. ἐὰν δὲ Ἀμμωνοῦς προτέρα
15[τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ ⁦ -ca.?- ⁩ λ]ι̣πόντων ἀποδότω Θέων τῷ ταύτης πατρὶ καὶ ἐκδ̣[ότ]ῃ Χαιρήμονι ἐὰν περιῆι, [εἰ]
[δὲ μή, τοῖς ταύτης ἔνγιστα(*) γένους οὖσι τὴν φερνὴν ⁦ -ca.?- ⁩ ἐν ἡμέραις ⁦ -ca.?- ⁩ ἀ]φʼ ἧς ἐὰν ἀπαιτηθῇ ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας. ἐὰν δὲ [ὁ Θέ]ων πρότερ[ο]ς τελευτήσῃ
[τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ⁦ -ca.?- ⁩ κομισ]α̣μένη Ἀμμωνοῦς πρώτη τὴν φερνὴν καὶ τὰ ἄλλα αὐτῆς ἅπαντα [ἐ]κ τοῦ ὑ̣π̣ο̣[  ̣  ̣  ̣]
[⁦ -ca.?- ⁩ ἐπὶ δὲ πασῶν] τῶν περὶ τῆς ἀπαιτήσεως καὶ ἀνακομιδῆς τῆς φερνῆς διαστολῶν ἡ πρᾶξις [ἔστω]
[Ἀμμωνοῦτι καὶ τοῖς αὐτῆς ἐκ τοῦ Θέωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκη]ς καθότι πρὸς ἀλ[λ]ήλους συνεχώρησαν, τῆς τοῦ δακτυλίου ἐγλογῆς οὔ-
20[σης περὶ Ἀμμωνοῦν ἐὰν αἱρῆται. (hand 2) Θέων ⁦ -ca.?- ⁩] τοῦ [Ἀ]χιλλ[έως] Προπαπποσεβά[σ]τιος ὁ καὶ Ἀλθαιεὺς μητρὸς Δημητρίας
[ἔχω τὴν φερνὴν ⁦ -ca.?- ⁩ (hand 3) Χαιρήμων ⁦ -ca.?- ⁩]ος ὁ καὶ Ἀλθεεὺς(*) ἐκδέδομαι τὴν θυγατέρα μ[ου]
[(hand 4) ⁦ -ca.?- ⁩] Σαραπίωνος τοῦ Ἀρτεμιδώρου Αὐξιμ̣ή̣τριος ὁ κ[αὶ]
[⁦ -ca.?- ⁩ δραχμ]ὰ̣ς κεφαλαίου ἐφʼ(*) ὑμῶν ἐκ πλήρους ἐπὶ πᾶσ[ι]
[τοῖς προκειμένοις ⁦ -ca.?- ⁩]ου̣ ἔγραψα ὑπὲρ αὐτοῦ βραδέα γράφο[ντος].
25[⁦ -ca.?- ⁩]  ̣  ̣ο̣τ[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
v
[⁦ -ca.?- ⁩] κβ, γαμικ(ὴ) Ἀμμωνοῦ(τος) πρ(ὸς) Θέωνα.

Apparatus


^ r.10. l. ἔγγιστα
^ r.21. l. Ἀλθαιεὺς
^ r.23. l. ἀφʼ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.