Papyri.info

sign in

p.oxy.41.2972 = HGV P.Oxy. 41 2972 = Trismegistos 16536



DDbDP transcription: p.oxy.41.2972 [xml]

AD 72? Oxyrhynchus

ἀντίγρα(φον). ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ <μηνὸς Σεβαστοῦ> β, ἐν κώμηι Νεμερῶν τῆς μ̣έσης τοπαρχίας τοῦ Ὀξυρυγχείτου.
ὁμολογοῦσιν Διονύσιος καὶ Μνησιθῆς ἀμφότεροι Θέωνος τοῦ
Θέωνος μητρὸς Σινθοώνιος τῆς καὶ Ὠφελοῦτος τῆς Σαρα-
5πίωνος τῶν ἀπʼ Ὀ̣ξυρύ̣γχων πόλεω̣ς̣ ⁦ vac. ? ⁩ Ἀριστίωνι Προμάχου
τοῦ Ἀριστίωνος μητρὸς Ταύριος τῆς Ἡνιόχου τῶν ἀπὸ τῆς
αὐτῆς πόλεως ⁦ vac. ? ⁩ καὶ τῆι τούτου γυ̣ναικὶ Ἁγνῆι Πτολεμαίου
τοῦ Πτολε̣[μ]α̣ί̣[ο]υ μητρὸς Σεναμο̣ύνιος τῆς Διονυσίου τ̣ῶν
ἀπὸ τῆς προκειμένης κώμης Νεμερῶν μετὰ κυρίου τοῦ
10αὐτοῦ Ἀριστίων̣[ο]ς ἐν ἀγυιᾶι πεπρακέναι τοὺς ὁμολογοῦντας
τῶι τοῦ Ἀριστίων̣[ο]ς̣ καὶ Ἁγνῆτος υἱῶι Προμάχωι ὄντα ν̣υνεὶ(*)
ἀποδήμωι καὶ̣ [τ]ῆι Ἁγνῆι τὸ ὑπάρ̣χον αὐτοῖς μητρικὸ̣ν̣
ἥμι̣σ̣υ μέ̣ρ̣[ο]ς οἰκ̣ίας ἐγ̣(*) μέρους συ̣μπεπτωκυίας καὶ τ̣ῶν
ἐξ ἀπηλιώτου ταύτης τόπων λεγομένων προνησίου
15καὶ τῆς εἰς αὐτὸ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων
τ̣ῶ̣ν ὄντων ἐν τῆι δηλ̣[ου]μ̣έ̣ν̣η̣[ι κ]ώμηι Νεμερῶν ἀ̣φʼ ὧν
τῶι μὲν Προμάχωι ἥμισυ τέταρτον̣ ὄγδο̣ον ἑκκαιδέκατον
μέρος τοῦ δηλουμένου ἡμίσυς μέρους τῆς οἰκίας καὶ τόπων̣
τῆι δὲ Ἁγνῆ̣[ι τ]ὸ̣ λ̣οι̣π̣[ὸ]ν̣ ἑκκαιδέ̣κ̣α̣τον μέρος τούτων.
20[γ]ε̣ί̣τ̣ονες τῆ̣[ς ὅ]λ̣[η]ς̣ οἰκίας καὶ τῶν τόπων νότου καὶ
ἀπηλιώτου πρότερον Προμάχου τοῦ Ἀριστίωνος νεω-
τέρου βορρᾶ τοῦ τε προγεγραμμένου Ἀριστίωνος καὶ τοῦ
ἀδελφοῦ Ἀμύντου λιβὸς ἐγ(*) μὲν τοῦ
ἀπὸ βορρᾶ μέρους τοῦ(*) τοῦ Ἀριστίωνος καὶ Ἀ-
25μύντου ἑτέρου ἀδελφοῦ Ἡνιόχου καὶ Ἀκώριος τοῦ
Ἀριστίωνος ἐγ(*) δὲ τοῦ ἀπὸ νότου Ἀπαροῦτος τῆς Ἀριστίω-
νος. καὶ αὐτόθεν ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ μὲν τοῦ
Ἀριστίωνος εἰς τὸν τοῦ υἱοῦ αὐτοῦ Προμάχου λόγον
[πα]ρ̣ὰ δὲ τῆς Ἁγνῆτος εἰς τὸν ἑαυτῆς λόγον τὴν συμπε-
30[φωνη]μένην πρ̣ὸ̣[ς ἀλλ]ή̣λους τούτου τιμ[ὴ]ν καθʼ ἃ
[ἕκαστ]ος ἔχει μέρη̣ ἐπὶ τὸ αὐτὸ τιμ[ὴ]ν ἀ̣ργ̣υ̣ρίου
[δραχ]μ̣ὰς ἑπτακοσία̣ς̣ πεντήκοντα δύο ἐκ πλήρους
[διὰ χε]ι̣ρὸς ἐξ οἴκου. κρατεῖν οὖν καὶ κυριεύειν ἕκαστον
[τῶν] ὠ̣νουμένων τ̣ό̣ν̣ τ̣ε̣ Πρόμαχ[ο]ν καὶ τὴν Ἁγνῆν
35[καθʼ ἃ ἑ]κ̣αστον(*) αὐτῶν ἔχει μέρηι(*) καὶ χρᾶσθαι καὶ ο̣ἰ̣κ̣ο̣-
[νομεῖν] περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῆται τρόπον καὶ ἐπά-
[ναγκ]ο̣ν τοὺς ὁμολογοῦντας παρέξασθαι τῶι
[Προμ]ά̣χωι καὶ Ἁγνῆι τὸ αὐ̣τὸ ἥμισυ μέρος
[τῆ]ς̣ οἰκ̣ί̣ας καὶ τ̣ῶν τ̣ό̣πων ὅ ἐστιν ἐκ τοῦ ἀπὸ νότου
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 11. l. νυνὶ
^ 13. l. ἐκ
^ 23. l. ἐκ
^ 24. corr. ex τοτ
^ 26. l. ἐκ
^ 35. l. [ἕ]καστος
^ 35. l. μέρη

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.