Papyri.info

sign in

p.oxy.44.3200 = HGV P.Oxy. 44 3200 = Trismegistos 26700



DDbDP transcription: p.oxy.44.3200 [xml]

II/III spc Oxyrhynchus

ἐμίσθωσεν Σ̣αράμμων Χαι-
ρήμονος μητρὸς Σινθεῦτος
ἀπʼ Ὀξυρύγ’χων πόλεως Βησᾶτι Ἁρ-
ποκρᾶτος μητρὸς Ταυσοράπιος
5ἀπὸ τῆς αὐτ̣ῆ̣ς̣ πόλεως εἰς ἔτη πέντε
ἀπὸ νεομηνίας Θὼθ τοῦ ἰσιόν-
τος(*) δευτέ̣ρ̣ου ἔτους τὸ ὑ(*)πάρχον
αὐτῷ προὸν παρὰ τῷ μεμισθω-
μένῳ ἐπʼ ἀμφόδου Νότου
10Κρηπεῖδος ἥμισυ μέρος οἰκίας
(*)φʼ ἣν κατάγιον(*) σὺν χρηστηρίοις
πᾶσι, ἐνοικίου κατʼ ἔτος δραχμῶν
ἑβδομήκοντα δύο , ἅσπερ βε-
βαιουμένης τῆς μισθώσεως
15ἀποδότω ὁ μεμισθωμ̣ένος τῷ
μεμισθωκότι κατʼ ἔτος ἐν δόσεσι
δυσὶ διʼ ἑξαμήνου τὸ ἥμισυ
ἀνυπερθέτως, χρώμενος σὺν
τ[ο]ῖς παρʼ αὐτοῦ τῷ μισθο̣υμέν̣ῳ
20[ἡ]μίσει μέ̣ρει τῆς οἰκίας σὺν χρη-
στηρίοις ἀκωλύτως̣. μετὰ δὲ
τὸν χρόνον ἐκχωρείτω ὁ με-
μισθωμένος τῆς μισθώσεως,
π̣α̣ραδοὺ̣ς̣ τοὺς τόπους καθ̣α̣ρ̣οὺς
25[ἀπὸ] κο̣πρι̣[ῶν] καὶ δ̣[είσης]
[πάσης ὡς καὶ] π̣αρείλ̣[ηφεν καὶ]
[τὰ]ς̣ [ἐφεσ]τ̣ώ̣σ̣α̣[ς] θύρας κα̣ὶ̣ κ̣[λεῖς,]
ἢ ἀποτε̣ισάτω(*) οὗ ἐὰν μ̣[ὴ παρα-]
δ̣ῷ τὴν α̣ξ̣ί̣α̣ν̣ τιμὴν̣ ὃ δʼ ἐ̣ὰ̣[ν]
30προσοφειλέσῃ ἐκ τῶν [ἐνοικί-]
ων με̣θʼ ἡ̣[μι]ολίας, κ̣[αὶ ἡ πρᾶξις]
ἔσ̣τω ἔκ τ̣ε̣ αὐτ[οῦ   ̣  ̣  ̣]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 3. οξυρυγ’χων papyrus
^ 6-7. l. εἰσιόν |τος
^ 7. ϋπαρχον papyrus
^ 11. ϋφʼ papyrus
^ 11. l. κατάγειον
^ 28. l. ἀποτισάτω

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.