Papyri.info

sign in

p.oxy.46.3289 = HGV P.Oxy. 46 3289 = Trismegistos 15754



DDbDP transcription: p.oxy.46.3289 [xml]

AD 258/9 Oxyrhynchus

Αὐρηλίῳ Σαρ[απ]ίωνι στρ(ατηγῷ) Ὀξυρυγχίτου
παρὰ Αὐρηλίων Θ̣ε̣ωνείνου τοῦ καὶ Σαραπίωνος
ἀρχιερατεύσαντος [καὶ] Θέωνος ἀμφοτέρων
ἐξηγητῶν βουλευ̣[τ]ῶν τῆς Ὀξυρυγχιτῶν πόλεως.
5καὶ ἔτι περιόντος τοῦ πατρὸς τοῦ ἡμετέρου Σαρα-
πίωνος Σαραπίωνος ἐ̣ξηγητεύσαντος τῆς αὐτῆς
πόλεως καὶ καθʼ ἑαυτὸν οἰκοῦντος ἕκαστος κ̣α̣ὶ̣
ἡμῶν ἐπὶ τῆς ἰδίας ἀνεχώρει οἰκίας, τελευ-
τήσαντος δὲ τούτου ἐπὶ κληρονόμοις ἡμεῖν(*) τε
10καὶ ἑτέρῳ ἡμῶν ἀδελφῷ Ἀμμωνίῳ καθʼ ἃς ἔ-
λιπεν διαθήκας τὰς καὶ̣ \μετὰ/ τελευτὴν αὐτ̣[ο]ῦ ἀνοιγεί-
σας γενόμενοι ἐν τοῖς τούτου πράγμα[σι]ν̣ ἔγνω-
μεν ἀφαιρέσεις βιβλίων καὶ ἄλλω[ν   ̣  ̣  ̣  ̣]ω̣ν
οὐκ ὀλίγων γεγενῆσθαι. περὶ ὧν ἀ[σφα-]
15λιζό̣μ̣ε̣ν̣ο̣ι̣ ἐπιδίδομεν τὰ βιβλεί̣δ̣ι̣α̣(*) πρὸς τὸ
εἶναι αὐτὰ ἐν καταχωρισμῷ ἵνʼ εἰ πολυπρα-
γμονήσαντες κ̣α̣ταλαβώμεθά τι μένῃ ἡμεῖν(*)
ὁ λόγος πρὸς το̣ὺ̣ς φανησομένους τὴν ἀφαίρε-
σιν πεποιῆσθαι. (ἔτους) ϛ Αυτοκρατόρων Καισάρων
20Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου
Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν
Μεγίστων Εὐσεβῶν Εὐτυχῶν κα[ὶ Πο]υπλίου
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 9. l. ἡμῖν
^ 15. l. βιβλίδια
^ 17. l. ἡμῖν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.