DDbDP transcription: p.oxy.47.3339 [xml]
AD 191 Oxyrhynchus
-- -- -- -- -- -- -- -- -- --
1[ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣[ ̣] ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣]
[ὁ λαμ]πρότατος ἡγεμὼν Λάρκιος
Μ̣[έμωρ] π[ρ]όνοιαν ποιούμενος
π̣[ε]ρ̣[ὶ π]ά̣σ̣η̣ς μὲν τῆς Αἰγύπτου, ἐξαι-
5ρ̣[έτω]ς̣ δὲ τῆς πόλεως τῶν Ὀξυ-
ρυ[γχειτ]ῶν, ἐπέστειλέν μο̣ι̣ πάν-
τ[ας] το[ὺ]ς ἔχοντας ἐξ οἱασδήπο-
τε οὖν ἀφορ[μ]ῆς τὸν σεῖτον(*)
δημοσίᾳ προκομίζειν καὶ πι-
10πράσκειν καὶ μηδένα ἀποκρύ-
πτεσθαι ταμιευόμενον τὰς
τειμὰς(*) τῶν καιρῶν· ὅθεν κελεύ-
ω διὰ σ̣ο̣ῦ̣ πᾶσιν τοῖς κτήτορσιν
φανερ[ὸ]ν γενέσθαι δεῖν ἐντὸς
15πέντε ἡμερῶν καὶ τὸν σεῖτον(*)
ὃν ἔχουσιν ἀπ[ο]γράφεσθαι κᾆ-
τ̣α̣(*) φ̣έ̣ρον̣τ̣α̣[ς] εἰς τὴν πόλιν πι-
πρά̣σ̣κειν, ε̣ἰ̣δ̣ό̣τα̣ς̣ ὅτι εἴ τις τού-
των μου παρα̣κ̣[ο]ύ̣σ̣ε̣τ̣αι κατὰ
20τὰ δόξαντα τ̣ῷ̣ λ[α]μπροτάτῳ ―
ἡγεμόνι ὁ μὲν σεῖτος(*) αὐτοῦ
εἰς τὸ ταμεῖον̣ χωρήσει, αὐτὸς
δὲ ὑ̣πʼ ἐμοῦ ἐπὶ τὸν ἡγεμόνα
ἀναπεμφθήσεται λόγον ὑ(*)φέ-
25ξων τοῦ τετολμημένου. ταύ-
της μου τῆς ἐπιστολῆς τὸ
ἀντίγρ(αφον) δημοσίᾳ προτεθήτ[ω]
πρὸς τὴ̣ν πάντων γνῶσιν.
(ἔτους) λβ, Ἁδριανοῦ κα.
1[ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣[ ̣] ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣]
[ὁ λαμ]πρότατος ἡγεμὼν Λάρκιος
Μ̣[έμωρ] π[ρ]όνοιαν ποιούμενος
π̣[ε]ρ̣[ὶ π]ά̣σ̣η̣ς μὲν τῆς Αἰγύπτου, ἐξαι-
5ρ̣[έτω]ς̣ δὲ τῆς πόλεως τῶν Ὀξυ-
ρυ[γχειτ]ῶν, ἐπέστειλέν μο̣ι̣ πάν-
τ[ας] το[ὺ]ς ἔχοντας ἐξ οἱασδήπο-
τε οὖν ἀφορ[μ]ῆς τὸν σεῖτον(*)
δημοσίᾳ προκομίζειν καὶ πι-
10πράσκειν καὶ μηδένα ἀποκρύ-
πτεσθαι ταμιευόμενον τὰς
τειμὰς(*) τῶν καιρῶν· ὅθεν κελεύ-
ω διὰ σ̣ο̣ῦ̣ πᾶσιν τοῖς κτήτορσιν
φανερ[ὸ]ν γενέσθαι δεῖν ἐντὸς
15πέντε ἡμερῶν καὶ τὸν σεῖτον(*)
ὃν ἔχουσιν ἀπ[ο]γράφεσθαι κᾆ-
τ̣α̣(*) φ̣έ̣ρον̣τ̣α̣[ς] εἰς τὴν πόλιν πι-
πρά̣σ̣κειν, ε̣ἰ̣δ̣ό̣τα̣ς̣ ὅτι εἴ τις τού-
των μου παρα̣κ̣[ο]ύ̣σ̣ε̣τ̣αι κατὰ
20τὰ δόξαντα τ̣ῷ̣ λ[α]μπροτάτῳ ―
ἡγεμόνι ὁ μὲν σεῖτος(*) αὐτοῦ
εἰς τὸ ταμεῖον̣ χωρήσει, αὐτὸς
δὲ ὑ̣πʼ ἐμοῦ ἐπὶ τὸν ἡγεμόνα
ἀναπεμφθήσεται λόγον ὑ(*)φέ-
25ξων τοῦ τετολμημένου. ταύ-
της μου τῆς ἐπιστολῆς τὸ
ἀντίγρ(αφον) δημοσίᾳ προτεθήτ[ω]
πρὸς τὴ̣ν πάντων γνῶσιν.
(ἔτους) λβ, Ἁδριανοῦ κα.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.