DDbDP transcription: p.oxy.47.3356 [xml]
AD 76 Oxyrhynchus
r
Ἁρποκρᾶς Θρακίδᾳ τῶι̣
πατρὶ πλεῖστα χαίρειν.
εἰδώς σε χαρησόμενον, ἀναγ-
καίως σοι ἔγραψα μηθὲν περ[ὶ]
5ἐμὲ εἶναι ἀλλὰ μόνον πρὸς
ὀλίγας παντελῶς ἡμέρας
νωθρότερον ἐσχηκέναι καὶ
ἔτι πάλαι κομ[ψ]ό̣τ̣ε̣[ρον ἐσχη-]
κώς, καὶ οὐδὲν πε̣ρ̣ὶ ἐμέ̣ [ἐστι]ν.
10ἐχάρην δὲ μεγάλως δ̣[ι]ανα-
γνούς σου τὴν ἐπιστολήν,
ἐν ᾗ σε ἐρρωμενέστατον ἐπ[έ-]
γνων, δέσποτα πάτερ, καὶ ὅτι
σοβαρῶς τὴν ψυχὴν εἶχων(*)
15λαβών σου τὴν ἐπιστολήν,
ὑπὸ τὴν ὥραν ἐνόμισα μὴ θε-
οῦ χρησμός ἐστι, καὶ περισσο-
τέρως ἔρρωμαι. κόμισαι παρὰ
Πετεχῶντος τοῦ καὶ κομίζον-
20τός σοι τὴν ἐπιστολὴν σανδάλιον
(δραχμῶν) δ. περὶ δὲ ὧν ἔτι χρείαν ἔχεις
ἐν τάχει μοι δήλωσον ὡς ἔτι
ὀλίγας ἐνθάδε ἡμέρας ἔχωι(*) ̣
ἄσπασαι Θατρῆν τὴν μητέρα καὶ
25Θαισοῦν καὶ Σαραπίωνα καὶ Ἀρίστωνα
καὶ Τυχάριον καὶ Νίκην καὶ Εὐτυχ( )
καὶ τοὺς ἐν οἴκωι πάντας.
(ἔτους) η Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ Μεχεὶρ β. v
30ἀπὸ Ἁρποκρᾶτο(ς) Θρακίδᾳ πατ(ρί).
Ἁρποκρᾶς Θρακίδᾳ τῶι̣
πατρὶ πλεῖστα χαίρειν.
εἰδώς σε χαρησόμενον, ἀναγ-
καίως σοι ἔγραψα μηθὲν περ[ὶ]
5ἐμὲ εἶναι ἀλλὰ μόνον πρὸς
ὀλίγας παντελῶς ἡμέρας
νωθρότερον ἐσχηκέναι καὶ
ἔτι πάλαι κομ[ψ]ό̣τ̣ε̣[ρον ἐσχη-]
κώς, καὶ οὐδὲν πε̣ρ̣ὶ ἐμέ̣ [ἐστι]ν.
10ἐχάρην δὲ μεγάλως δ̣[ι]ανα-
γνούς σου τὴν ἐπιστολήν,
ἐν ᾗ σε ἐρρωμενέστατον ἐπ[έ-]
γνων, δέσποτα πάτερ, καὶ ὅτι
σοβαρῶς τὴν ψυχὴν εἶχων(*)
15λαβών σου τὴν ἐπιστολήν,
ὑπὸ τὴν ὥραν ἐνόμισα μὴ θε-
οῦ χρησμός ἐστι, καὶ περισσο-
τέρως ἔρρωμαι. κόμισαι παρὰ
Πετεχῶντος τοῦ καὶ κομίζον-
20τός σοι τὴν ἐπιστολὴν σανδάλιον
(δραχμῶν) δ. περὶ δὲ ὧν ἔτι χρείαν ἔχεις
ἐν τάχει μοι δήλωσον ὡς ἔτι
ὀλίγας ἐνθάδε ἡμέρας ἔχωι(*) ̣
ἄσπασαι Θατρῆν τὴν μητέρα καὶ
25Θαισοῦν καὶ Σαραπίωνα καὶ Ἀρίστωνα
καὶ Τυχάριον καὶ Νίκην καὶ Εὐτυχ( )
καὶ τοὺς ἐν οἴκωι πάντας.
(ἔτους) η Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ Μεχεὶρ β. v
30ἀπὸ Ἁρποκρᾶτο(ς) Θρακίδᾳ πατ(ρί).
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.