Papyri.info

sign in

p.oxy.49.3489 = HGV P.Oxy. 49 3489 = Trismegistos 15646



DDbDP transcription: p.oxy.49.3489 [xml]

AD 72 Oxyrhynchus

r
ἐμίσθωσεν Θέων Θέωνος τοῦ Θέωνος τῶν ἀπὸ
[Ὀξυ]ρ̣ύ̣γχων πόλεως Ἰό̣λ̣λᾳ Πνεφερῶτος
τοῦ Ἰό̣λλο̣υ τῶν ἀ̣π̣ὸ̣ κ̣ώ̣[μ]η̣ς Περετνούε̣ω̣ς̣
τοῦ [Κ]υ̣ν̣οπολείτου Πέρσῃ τῆς ἐπιγονῆ̣ς εἰς
5ἔ̣[τ]η̣ δ̣ύο β̣ροχὰς δύο ἀπὸ τοῦ ἐνεστῶ̣τος
πέμ̣π̣τ̣ο̣υ ἔτους Αὐτοκράτορος Καίσαρος
Οὐε̣σ̣π̣α̣σιανοῦ Σεβαστοῦ τὰς ὑπαρχούσ̣α̣ς τῇ
γυ[ν]α̣ι̣κὶ αὐτοῦ Ἀπολλωνοῦτι Σ̣α̣ραπίω-
νος̣ π̣ερὶ Θμοιθῶθιν τῆς ἄνω τοπαρχίας
10ἀπὸ̣ ἀ̣ρο̣υ̣ρ̣ῶν ἐνν̣[έ]α ἐκ τοῦ ἀπὸ βορρᾶ μέρο̣υ[ς]
ἀρούρ̣α̣[ς π]έ̣ντε ὥστε ταύτ̣[α]ς̣ τῷ μὲν ἐ̣ν̣ε̣στῶ-
τι ἔ̣τει ξυλαμῆσαι ἀρά[κῳ, ἐκ]φορίου ἑ̣κ̣ά̣στης
ἀρο̣ύ̣ρη̣ς̣ ἀνὰ πυροῦ ἀ̣ρ̣τ[άβα]ς̣ δὺο τέταρτον ,
τῷ δὲ ε̣ἰ̣σ̣ιόντι ἔτει σπ̣ε̣[ῖραι] π̣υρῷ, ἐκφορίου
15ἑκάστης ἀρούρης ἀ[νὰ πυρο]ῦ̣ [ἀ]ρ̣τάβας ἑπτά .
δώ̣σ̣ει δὲ̣ ὁ μεμισθωμέν̣ο̣ς̣ τῷ Θέωνι κατʼ ἔτος
ἄρτ̣ω̣ν̣ ἀ̣[ρ]τάβης τέταρτον ὄγδοον , τῆς κα-
τʼ ἔ̣τ̣ο̣ς̣ ὑδροφ̣υλακίας οὔσης τῶν ἀ̣ρ̣ουρῶν
πρὸς τὸ̣ν̣ μεμισθωμένον, ἀκίν̣[δ]υ̣να τὰ κα-
20τʼ ἔ̣τ̣ο̣ς̣ ἐκ̣[φό]ρια παντὸς κινδύνου. ἐὰν δέ τις
τῷ ε̣ἰσι̣ό̣ντι ἔτει ἄβροχος γένηται, παραδε-
χθή̣σ̣ε̣τ̣α̣ι̣ τ̣ῶι μεμισθωμένῳ τὸ ταύτης
ἐκφόριον· ἐὰν δέ τι πραχθῇ ὁ μεμισθωμέ-
νος εἰς τὸ δημόσιον ἢ̣ εἰς ἄλλο τι ὑπ̣ὲρ Θέω-
25νος ἢ τῆς γυναικὸς ἢ τῆς γῆς, ὑπολογείτω ἀπὸ
τῶν ἐκ̣φορίων, τῶν̣ [δ]ὲ̣ κ̣ατʼ ἔτος καρπῶν
κυρι̣ευέτω Θέων ἕως τὰ ἐκφόρια κομίσηται.
τῆς δ̣ὲ̣ μισθ̣ώ̣σεως βε̣βαιουμένης, ἀποδότω
ὁ μ̣ε̣μ̣ισ̣θωμένος τῷ Θ̣έωνι τὰ κατʼ ἔτος ἐκ-
30φόρια ἀεὶ τῷ Παῦνι μηνὶ ἐφʼ ἅλω περὶ τὸ Ἀρχι-
βίου ἐποίκ̣ιον πυρὸν νέον, καθαρόν, ἄδολον,
[  ̣  ̣  ̣  ̣]  ̣ον, μέτ̣ρ̣ῳ τετρ̣[αχ]ο̣ινίκῳ Σαραπίωνος   ̣  ̣
[- ca.12 -]  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣, ἀ]ποτεισά̣τω αὐτῷ ἑκ̣ά̣-
-- -- -- -- -- -- -- -- -- --
v
ε (ἔτους(?)) μ̣ίσ(θωσις) Ἀπολλωνοῦ(τος) π̣ρ̣(ὸς) Ἰόλλαν.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.