Papyri.info

sign in

p.oxy.50.3560 = HGV P.Oxy. 50 3560 = Trismegistos 15383



DDbDP transcription: p.oxy.50.3560 [xml]

AD 163/4? Oxyrhynchus

(hand 3) παρε(τέθη)
(hand 1) Θέωνι καὶ Ἡραδίωνι βιβλιοφ(ύλαξι)
παρὰ Ἀπολλωνίδου Λεωνίδου μητρὸς
(hand 2) Θαήσιος ― (hand 1) ἀπʼ Ὀξυρύγχων πόλεως.
5κατὰ δάνειον γεγονὸς διὰ γραφείου Ταλαὼ
τῷ ἐνεστῶτι τετάρτῳ ἔτει Φαῶφι ―
ἐδάνεισα Μυρτίλῳ ἀπελευθέρῳ Ἡλιοδώρου
Διοδώρου ἀπὸ τῆς αὐτῆς πόλεως ἀργυρίου
δραχμὰς ἑκατὸν ἑξήκοντα κεφαλαίου
10τόκ̣ου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆ-
να ἀπὸ τοῦ αὐτοῦ Φαῶφι εἰς προθεσμίαν τρι-
ακάδα Φαμενὼθ τοῦ αὐτοῦ τετάρτου ἔτους,
σημανθέντος εἶναί μοι τὴν πρᾶξιν ἐκ τῶν̣
ὑπαρχόντων αὐτῷ πάντων καὶ ἐξεῖναί
15μοι ὁπότʼ ἂν θέλω κατοχὴν ποιήσασθαι
διὰ τῆς αὐτῆς βιβλιοθήκης τοῦ τοῦ Μυρ-
τίλου ὀνόματος ἄχρι ἀπολάβω, ἥνπερ κατο-
χὴ̣ν βο̣υ̣λ̣[ό]μ̣[εν]ο̣ς̣ γ̣ε̣[ν]έσθα̣[ι] ἐπιδίδωμ̣ι̣
τὸ ὑπόμνημα ὡς καθήκει, κ[αὶ] δηλῶ προ-
20κατεσχῆσθαι διὰ τῆς αὐτῆς βιβλιοθήκης
ταῖς μὲν ἐπαγομέναις τοῦ ἐνάτου ἔτους
θεοῦ Αἰλίου Ἀντωνίνου ὑπὸ Δημητρίας
Ἀρτέμωνος τοῦ [  ̣]  ̣ή̣σιος πρὸς δραχμὰς
διακοσίας κεφαλαίου τόκ[ο]υ δραχμιαίου ἐν τῇ
25Ταλαὼ ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι δρόμου Εἴσι-
δος οἰκείδιο̣ν̣(*) σὺ̣ν χρη̣στηρ̣ίοις, τῷ δὲ Παῦνι
τοῦ δωδεκάτου ἔτους θεοῦ Αἰλίου Ἀντωνίνο̣[υ]
[ὑ]π̣ὸ Ἀ̣π̣ο̣λ̣λ̣ωνίου Ἀμ̣όϊτος̣ τοῦ Ἁρπαησίωνο[ς]
[- ca.26 -]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 26. l. οἰκίδιον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.