DDbDP transcription: p.oxy.63.4397 [xml]
AD 545 Oxyrhynchus
r
[† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου]
Φ̣[λ(αουΐου)] Ἰ̣[ουσ]τ̣ι̣[νιανοῦ τοῦ α]ἰ̣[ων]ί̣[ου] Αὐγούσ̣τ̣[ου καὶ Αὐτοκ]ρ̣[(άτορος) ἔτους ιη, τοῖς]
τὸ γ μετὰ τὴν ὑπατίαν(*) Φλα̣[ου]ΐου Βασιλείου τοῦ λαμπροτάτου,
Φαμενὼθ κα̣, ἰνδ̣(ικτίωνος) η, ἔτους [σ]καρϙ, ἐν Ὀξυρύγχ(ων) πόλει.
5ταύτην τὴν ὁμολογίαν τῶ[ν ὁμολογημάτων] καὶ ἐπερωτημάτων
δίχα δόλου καὶ φόβου καὶ βία[ς] κ̣αὶ ἀν[άγ]κης καὶ ἀπάτης, καὶ πάσης
περιγραφῆς ἐκτ̣ό̣ς̣, πο̣ι̣ε̣ῖ̣τ̣α̣ι̣ τὸ εὐ[α]γὲς κ̣[οι]νόβιον τοῦ τῆς ὁσίας
μνήμης Ἀββᾶ Ἱέρακος διὰ Ἰωσὴφ πρεσ[βυ]τέρου καὶ προεστῶτος τοῦ αὐτοῦ
εὐαγοῦς τόπου καὶ Θεοδώρου τοῦ οἰκ[ονο]μοῦντος αὐτό̣(*), μετὰ
10συναινέσεω[ς π]ά̣ν̣των τῶν ἐν αὐτῷ [εὐλ]α̣β̣εστάτων μ̣ο̣ν̣α̣ζ̣όντων
εἰς Φλά[ου]ϊ[ο]ν Ἀπίωνα τὸν ὑπερφυέστατον ἀπὸ ὑπάτων
ὀρδιναρίων, υἱὸν Στρατηγίου τοῦ τῆς πανευφήμου μνήμης,
διὰ Μηνᾶ οἰκέτου τῆς αὐτοῦ ὑπερφυείας ἐπερωτο͂ντος(*) καὶ
προσπορίζοντος τῷ [αὐτῷ ὑ]περφυεστάτῳ αὐτοῦ δεσπότῃ πᾶσαν
15ἀπὸ τῆς παρούσης [ὁμο]λ̣[ογίας ἁρμ]όζουσαν ἢ ἁρμόσαι̣ δ̣υ̣ν̣α̣μένη[ν]
ἀγωγὴν καὶ ἐνοχὴν καὶ ὁμολογεῖ τὰ ὑπογεγραμμένα. Διογένης
ὁ τῆς λαμπρᾶς μνήμης διάγων κατὰ τὴν βασιλεύουσαν
τηνικαῦτα καὶ δεηθεὶς ὀγδοήκοντα νομισμάτων ᾔτησεν
Θεόφιλον τὸν τῆς εὐλαβοῦς μνήμης καὶ αὐτὸν εὑρεθέντα
20τότε κατὰ τὴν αὐτὴν βασιλεύουσα[ν τ]α̣ῦτα αὐτῷ δανῖσαι(*)
ἐπ̣ὶ ἡμι̣ε̣κ̣[ατοστιαί]ο̣[υ] τ̣ό̣κ̣ο̣υ̣ κ̣α̣ὶ̣ λα̣[βεῖ]ν̣ παρʼ αὐτοῦ ὑπὲρ ἀσφαλείας
τῶν αὐτῶν ὀγδοήκοντα νομισμάτω[ν μ]η̣[χανὴν] ἀ̣ρουρῶν δεκαὲξ
ἡμίσους διακειμένην ἐν κώ[μῃ Ὤφε]ι̣ κ̣[α]ὶ [τοὺς ἐ]τησίους
τόκους ἐκ τῶν καρπῶν καὶ προσ[όδ]ω̣ν τῆς αὐτῆς μηχανῆς
25ἀποφέρεσθαι καὶ ταύτην ἔχειν μέχρι τελείας ἀποδώσεως(*)
τῶν αὐτων ὀγδοήκοντα νομισμάτων. δανισθέντων(*) οὖν τῶν αὐτῶν
ὀγδοήκοντα νομισμάτ[ω]ν παρὰ Θεοφίλου τοῦ τῆς εὐλαβοῦς
μνήμη[ς] τῷ τῆς λαμ[π]ρᾶς μ[ν]ήμης Διογένει ἀγοραῖον
γραμματῖον(*) γεγένηται παρʼ αὐτοῦ κατὰ τὴν αὐτὴν βασιλεύουσαν
30ἐν ᾧ ὑπέθετο τῷ εὐαγεῖ κοινοβίῳ τοῦ τῆς ὁσίας μνήμης
Ἀββᾶ Ἱέρακος διὰ Θεοφίλου τοῦ τῆς εὐλαβοῦς μνήμης τὴν
εἰρημένην μηχανὴν τῶν δεκαὲξ ἡμίσ[ο]υς ἀρουρῶν ἐπὶ τῷ
τὸ εὐαγὲς κοινόβιον ἐκ τῶν καρπῶν καὶ προσόδων ἀποφέρεσθαι
τοὺς ὑπὲρ τῶν ὀγδοήκοντα νομισμάτων τόκους ἑκάστου ἔτους
35καὶ ταύτην τὴν μηχανὴν ἔχειν ἐπὶ ἀσφαλείᾳ τοῦ τε κεφαλαίου
καὶ τῶν ἐπισυναχθησομένων τόκων μέχρι τελείας ἀποδώσεως(*).
πάλιν δὲ ὁ αὐτὸς τῆς λαμπρᾶς μνήμης Διογένης δεηθεὶς
ἑτέρων νομισμάτων πεντήκοντα ᾔτησεν τὸν αὐτὸν τῆς
εὐλαβοῦς μνήμης Θεόφιλον καὶ τότε διάγοντα κατὰ τὴν αὐτὴν
40βασιλεύουσαν καὶ ταῦτα αὐτῷ ἐκδανῖσαι(*), καὶ δὴ πισθεὶς(*) ὁ αὐτὸς
τῆς εὐλαβοῦς μνήμης Θεόφιλος καὶ τὰ πεντήκοντα νομίσματα
παρέσχετο Διογένει τῷ τῆς λαμπρᾶς μνήμης καὶ ἐπʼ αὐτοῖς̣
τοῖς πεντήκοντα νομίσμασιν ἐγένετο ἑτέρα συγγραφή,
ἐν ᾗ ἰδικὴν καὶ γενικὴν πάντων αὐτοῦ τῶν ὑπαρχόντων
45ὁ αὐτὸς Διογένης ὁ τῆς λαμπρᾶς μνήμης ὑποθήκην
ἐποιήσατο. τούτων οὕτως προκεχωρηκότων συνέβη τὸν τῆς
λαμπρ[ᾶς] μ̣[νή]μ̣η̣[ς] Δ̣ι̣[ο]γ̣ένην̣ π̣ρὸ ἀποδώσεως(*) τῶν
ἐμφερομένων τοῖς αὐτοῖς γραμματίοις(*) τελευτᾶν
καὶ Στρατήγιον τὸν τῆς πανευκλεοῦς μνήμης χρεωστηθέντα
50παρὰ Διογένους ἀπὸ διαφόρων δανιακῶν(*) συγγραφῶν
ἐχουσῶν γενικὰς καὶ ἰδικὰς ὑποθήκας ζητῆσαι κληρονόμον
τοῦ αὐτοῦ τῆς λαμπρᾶς μνήμης Διογένους ἐπὶ τῷ τὰ
ἐποφληθέντα αὐτῷ παρὰ τοῦ τῆς λαμπρᾶς μνήμης Διογένους
παρʼ αὐτοῦ νομίμως λαβεῖν. μὴ εὑρηθέντος δὲ μηδενὸς
55κληρονόμου τοῦ τῆς λαμπρᾶς μνήμης Διογένους, ἀλλὰ καὶ ἰδικῶς
τηνικαῦτα ἀποταξαμένου τῷ κλήρῳ αὐτοῦ Ἀπφουᾶ̣⟦ς⟧ τοῦ τῆς
λαμπρᾶς μνήμης αὐτοῦ ἀδελφοῦ καὶ Κληματίας τῆς ἐν εὐγενεῖ τῇ
μνήμῃ αὐτοῦ ἀδελφῆς ἠνάγκασ̣τ̣[α]ι̣ ὁ αὐτὸς τῆς ἐνδόξου μνήμης
Στρατήγιος ἀπορίᾳ κληρονόμου αἰτῆσαι τὴν δεσποτίαν(*) λαβεῖν
60τῷ δικαίῳ τῶν ὑποθηκῶν τῶν ἐμφερομένων ταῖς δανιακαῖς(*)
αὐτοῦ συγγραφαῖς πάντων τῶν πραγμάτων αὐτοῦ Διογένους
τοῦ τῆς λαμπρᾶς μνήμης καὶ νομίμῳ τρόπῳ τὴν νομὴν
πάντων τῶν πραγμάτων παραλαβὼν ἐγένετο ἐν νομῇ
καὶ τῆς εἰρημένης μηχανῆς οὔσης τῆς αὐτῆς οὐσίας καὶ περι-
65εχομένης ταῖς Διογένους τοῦ τῆς λαμπρᾶς μνήμης
ὑποθήκαις ταῖς οὔσαις παρὰ τοῦ(*) τῆς πανευκλεοῦς μνήμης
Στρατηγίου. ὅθεν Θεόφιλος ὁ εὐλαβὴς τὴν μνήμην τηνικαῦτα
ἀπελθὼν εἰς τὴν βασιλεύουσαν παρακλήσεις προσήγαγεν
Στρατηγίῳ τῷ τῆς πανευκλεοῦς μνήμης περὶ τῆς εἰρημένης μηχα̣ν̣ῆ̣ς̣
70διδάξας ὀγδοήκοντα ν[ο]μίσματα τὸ εὐαγὲς κοινόβιον διʼ αὐτο⟦υ⟧ῦ
κατὰ πρώτην δανιακὴν(*) συγγραφὴν δεδωκέναι τῷ τῆς λαμπρᾶς
μνήμης Διογένει ἐπὶ ὑποθήκῃ τῆς αὐτῆς μηχανῆς καὶ ἕτερα
πεντήκοντα νομίσματα διὰ ἀγορα̣ί̣[ο]υ̣ ἑτέρου γραμματίου(*) ἐπὶ γενικῇ
ὑποθήκῃ πάντων αὐτοῦ̣ τῶν πρ̣[α]γ̣μάτων καὶ ἐδεήθη τούτων
75ἕνεκα παραχωρηθῆναι τὴν εἰρημένην μηχανὴν τῷ εὐαγεῖ αὐτοῦ
κοινοβίῳ. πρὸς ταῦτα ὁ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος
προεκόμισεν τὰς ἰδικὰς δανιακὰς(*) αὐτοῦ συγγραφὰς καὶ ὑπέδειξεν
τὴν ἐν αὐταῖς κειμένην γενικὴν ὑποθήκην πάντων τῶν
πραγμάτων τοῦ τῆς λαμπρᾶς μνήμης Διογένους προγενεστέραν
80εἶναι τῶν παρʼ ἐκείνου ὑποδειχθέντων αὐτῷ ἀγοραίων γραμματίων(*)
διαβεβαιούμενος κατὰ τοὺς νόμους δεσπότης γενέσθαι ἁπάντων
τῶν πραγμάτων Διογένους τοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ διὰ τὰ
ἐποφληθέντα αὐτῷ δικαίως. ταῦτα γνοὺς τηνικαῦτα Θεόφιλος
ὁ τῆς εὐλαβοῦς μνήμης καὶ λογι[σ]άμενος ὡ̣ς οὐδεμία ἁρμόζει
85αὐτῷ δικαιολογία περὶ τῆς αὐτῆς μηχανῆς, ἀλλὰ πανταχό{ν}θεν̣
ἐξέπεσεν τῆς ὑποθηκην(*) ταύτης διὰ τὸ προ{το}γενεστέρας εἶναι
τὰς ἐμφερομένας ὑποθήκας ταῖς δανιακαῖς(*) συγγραφαῖς Στρατηγίου τοῦ
τῆς πανευκλεοῦς μνήμης ἐδεήθη τοῦ αὐτοῦ τῆς πανευκλεοῦς μνήμης
Στρατηγίου μὴ ἀποχρήσασθαι τῷ νόμῳ καὶ τοῖς προσοῦσιν αὐτῷ
90δικαίοις ἀλλὰ ἀφορᾶν πρὸς τὸ εὐσεβὲς καὶ { ̣} τὸ ἐνδεὲς τ̣ῶ̣ν̣
ἐν τῷ εἰρημένῳ εὐαγεῖ κοινοβίῳ ἀδελφῶν δεομένων ⟦δεον⟧ τῶν
αὐτῶν ἑκατὸν τριάκοντα νομ(ισμάτων) πρὸς περιποίησιν τῶν ἀναγκαίων αὐτῶν
ἀποτροφῶν καὶ δοῦναι λογῳ εὐ̣σεβείας τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ
τὰ ἑκατὸν τριάκοντα νο̣μ̣ί[σ]μ̣ατα. [ὁ δ]ὲ̣ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος
95ἐπικαμφθεὶς̣ τ̣ ̣ ̣[ ̣ ̣] ̣ ̣ ̣[ ̣ ̣ ̣] ̣ ̣ [- ca.10 -]κ̣[ ̣ ̣] ̣ ̣ ̣ ἔγραψεν τοῖς προσήκουσιν
τῇ αὐτοῦ ὑπερφυείᾳ κατὰ ταύτην [τ]ὴν πόλιν δοῦναι τῷ εὐαγεῖ κοινοβίῳ
οἰκονομουμένῳ παρὰ τοῦ τῆς εὐλαβοῦς μνήμης Θεοφίλου νομίσματα
(hand 2) ἑκατὸν τριάκοντα , (hand 1) οἵτινες δεξάμενοι τὰ τοιαῦτα γράμματα μόνα
(hand 2) ἑβδομήκοντα δ\ύο/ (hand 1) νομίσματα τηνικαῦτα δεδώκασιν τῷ εἰρημένῳ τῆς
100εὐλαβοῦς μνήμης Θεοφίλῳ ἤτοι τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ καὶ παρέθ̣ε̣ν̣τ̣ο̣
τότε Σερήνῳ τῷ τῆς μακαρίας μνήμης ζυγοστάτῃ γενομένῳ
ταύτης τῆς Ὀξυρυγχιτῶν ἐπὶ τῷ ταῦτα ἐκδανῖσαι(*) καὶ τὰ γεινόμενα(*)
ἐξ αὐτῶν ἑκάστου ἔτους παρ̣[α]σ̣χεῖν εἰς τὸ εὐαγὲς κοινόβιον ἄχρις ὅταν
εὑρεθῇ μηχανὴ π̣ι̣π̣ρ̣α̣σ̣κ̣[ομ]ένη καὶ ταύτην ἀγοράσῃ τὸ αὐτὸ
105εὐαγὲς κοινόβιον καὶ τὴν λίτ[ραν] τοῦ χρυσίου δώσῃ ὁ αὐτὸς Σερῆνος
ὑπὲρ μέρους τῆς τιμῆς τῆς εὑρισ̣κομένης καὶ πραθησομένης
μηχανῆς τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ. τούτων οὖν οὕτως
γενομένων συνέβη Σερῆνον τὸν τῆς μακαρίας μνήμης
ζυγοστάτην γενόμενον ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν
110πόλεως τελευτᾶν καὶ τό[τε] τ̣ο̣ὺ̣ς̣ ἀπ̣[ὸ] τ̣[οῦ εὐαγοῦ]ς̣ κοιν̣ο̣βίου
τοῦ τῆς ὁσίας μνήμης [Ἀ]ββᾶ Ἱέρακος λαβεῖν παρὰ τῶν
κληρονόμων Σερήνου τὴν αὐτὴν λίτραν τοῦ χρυσίου, ἀρτίως δὲ
ἀνελθεῖν ἐπὶ τὴν βασιλεύου̣σ̣α̣ν̣ καὶ παρακαλέσαι Ἀπίωνα τὸν
ὑπερφυέστατον ἀπὸ ὑπά̣τ̣ω̣ν̣ καὶ̣ τ̣ὴν πανεύφημον αὐτοῦ μητέρ[α]
115τὴν καὶ ἐπιτροπεύουσαν αὐτῷ ἐπιτ̣ρ̣[έψ]α̣ι̣ δ[ο]θῆν̣[α]ι̣ ἅ̣π̣ε̣ρ̣ δι̣ὰ γραμμάτων
οἰκείων Στρατήγιος ὁ τῆς παν̣ευκλεοῦς μνήμης ἔτι περιὼν
εὐσεβείας λόγῳ ἐκέλευσεν τοῖς προσήκουσιν αὐτῷ παρασχεῖν,
τουτέστιν τὰ ἄλλα πεντήκοντα ὀκτὼ νομίσματα παρὰ κεράτια
διακόσια τριάκο̣ν̣τα δύ̣[ο] ἰ̣δ̣ιωτικῷ ζυγῷ ταύτης τῆς Ὀξυρυγχιτῶν
120πόλεως. ἀρτίως τοίνυν Ἀπίων ὁ ὑπερφυ[έσ]τ̣ατος [ἀπὸ ὑπάτων]
ὀρδιναρίων καὶ Λεοντία ἡ πανεύφημος [αὐ]τ̣ο̣[ῦ] μ̣[ήτηρ], κ̣[αὶ]
ἐμφύτως ἔχοντες πρὸς εὐσέ̣β̣ε̣ι̣αν καὶ ἐπιρ̣ε̣πε̣ῖς(*) ὄντε̣ς̣ τὰ̣ς αἰτ[ήσεις]
τῶν δεομένων, μάλιστα τῶν εὐλαβεστάτων ἀνδρῶν, προσίεσθ̣[αι,]
κ̣α̣ὶ̣ ὅ̣τ̣ι̣ ὁ τῆς πανευκλεοῦς μνήμη̣ς̣ Σ̣τ̣ρ̣α̣τ̣ή̣γ̣ι̣ος̣ ἔ̣τ̣ι̣ π̣ε̣ρ̣ιὼν ἔγραψε̣ν
125ἑκατὸν τριάκοντα νομίσματα δοθῆναι τῷ εὐαγεῖ κοινοβίῳ, ἑβ̣δομήκοντ̣α̣ <δύο> δὲ
μόνα μέχρι τοῦ νῦν ἐδόθησαν, διὰ γραμμάτων οἰκείων ἐπέτρεψαν
τοῖς προσήκουσιν τῇ αὐτῶν ὑπερφυείᾳ κατὰ ταύτην τὴν πόλιν
παρασχεῖν ἕτερα πεντήκοντα ὀκτὼ νομίσματα τοῖς τοῦ εὐαγοῦς
κοινοβίου. δοθέντων τοίνυν τῶν ἄ̣λλων πεντήκοντα ὀ̣κ̣τ̣ὼ̣
130νομισμάτων τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ διὰ Ἰωσὴφ τοῦ εὐλαβεσ̣τ̣[άτου]
οἱ αὐτοὶ τοῦ εὐαγοῦς κοινοβίου διὰ τοῦ αὐτοῦ εὐλα[β]εσ[τά]τ̣ου
πρεσβυτέρου καὶ προεστῶτος καὶ Θεοδώρου οἰκονόμου̣ πρὸς τὴ̣ν̣
παροῦσαν ἐληλύθασιν ὁμ[ο]λ̣[ο]γ̣ί[αν], διʼ ἧς ὁμολογοῦσιν καὶ ἐξ ἀρχῆς
τὸν τῆς πανευκλεοῦς μνήμης̣ Στρ[ατήγιον] μ̣[ὴ] ἀ̣[π]ο̣χ̣ρ̣ώ̣μενον μὲν
135νόμοις καὶ δικαίοις πᾶσιν καὶ προγενεστέραις ὑποθήκαις καὶ μὴ
ἀνάγκην ἔχοντα τίποτε αὐτοῖς παρασχεῖν, διὰ δὲ τὸ εὐσεβές,
τότε γράψαι τὰ (hand 2) ἑκατὸν τριάκοντα (hand 1) νομίσματα δοθῆναι αὐτοῖς ἐπὶ χώρας,
μόνα δὲ ἐξ αὐτῶ̣ν̣ τ̣ό̣τε (hand 2) ἑ[β]δ̣[ο]μήκοντα δύο (hand 1) εἰληφέναι, ἀρτίως δὲ Ἀπίωνα
τὸν πανεύφημον ὕπατον καὶ τὴν εὐκλεεστάτην αὐτοῦ μητέ̣[ρα] ἀ̣κ̣ολουθήσαν[τες]
140τῷ εὐσεβεῖ τοῦ ἀπελθόντος σκοπῷ (hand 2) ἕτερα πεντήκοντα ὀκτὼ (hand 1) ἐπιτ̣[ρ]έψαι δοθῆν̣[αι]
αὐτοῖς. προσομολογοῦσιν τ[οί]νυν ὅ τε προεστὼς τοῦ αὐτοῦ̣ εὐαγοῦς
κοινοβίου καὶ Θεόδωρος ὁ οἰκον̣ομῶν τὸ εὐαγὲς κοινόβιον̣ κ̣α̣ὶ̣
διʼ αὐτῶν οἱ λοιποὶ εὐλαβέσ̣τ̣[ατοι] μονάζοντες τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου
πρωτοτύπως μὲν περιόντος̣ Στρατηγίου τοῦ πανευκλεοῦς τῆς μνήμ[η]ς
145ἐκ γραμμάτων αὐτοῦ εἰληφέναι παρὰ τῶν προσηκόντων τότε
τῷ ἐνδόξῳ αὐτοῦ οἴκῳ χρυσίου λίτραν μίαν, ἥνπερ κατὰ τὰ
προδιηγηθέντα ὁμολογοῦσ̣ι̣ν̣ εἰληφέναι παρὰ τῶν κληρονόμων
τοῦ μακαρίου Σερήνου τοῦ ζυγοστάτου, ἀρτίω[ς] δ̣ὲ ὁμοίως δέξασθα̣ι̣
καὶ εἰς χεῖρας λαβεῖν ἕτερα χρυσοῦ νομισμάτια πεντήκ[ον]τα ὀκ[τὼ ]
150παρὰ κεράτια διακόσια τριά̣κ̣ο[ν]τ̣α δύο , ἅπερ ἔγ̣ρ̣α̣ψ̣α̣ν Ἀπί̣ω̣[ν]
ὁ πανεύφ[η]μος ὕπατος καὶ ἡ ε̣[ὐκλ]εεστάτη αὐτοῦ μήτηρ ἀρ̣τίως δοθ[ῆναι]
αὐτοῖς καὶ μηδένα λόγον ἔχειν περὶ̣ τῆς αὐτῆς μηχανῆς ἕνεκεν
διὰ τό, ὡς εἴρηται, καὶ ἐξ ἀρχῆς μηδεμίαν νομίμην ἔχειν δικαιολογί[α]ν̣
ἐπὶ ἐκδική̣σει ταύτης διὰ τὰς προ{το}γενεστέρας ὑποθήκας Στρατηγί̣ου
155τοῦ τῆς πανευκλεοῦς μνήμης, χάριτας δὲ ὁμολογεῖν καὶ ὑπερεύξασθαι
τοῦ πανευφήμου τῆς μνήμης Στρατηγίου ὑπὲρ ὧν εὐσεβείας χάριν
ἐπέτρεψεν ἔτι περιὼν δοθῆναι αὐτοῖς τὰ ἑκατὸν τ̣[ριάκον]τ̣[α] ν̣[ο]μίσματα
καὶ ὁμοίως ἱκετεύειν τὸ θεῖον μακροζωειαν(*) χαρίσασ̣θ̣α̣ι̣ τῷ
πανευφήμῳ ἀπὸ ὑπάτων Ἀπίωνι καὶ τῇ εὐκλεεστάτῃ αὐτοῦ μητρὶ
160Λεοντίᾳ, ὑπὲρ ὧν καὶ αὐτοὶ μ̣ὴ ἀ̣ν̣ά̣γ̣κην ἔχοντες ἀρτίως ἐπέτρεψαν
ἕτερα πεντήκοντα ὀκτὼ νομίσματα δοθῆναι πρὸς ἀποπλήρωσιν
τῶν τότε γραφέντων παρὰ τοῦ τῆς πανευκλεοῦς μνήμης Στρατηγίου
ἔτι περιόντος δοθῆναι αὐτοῖς, καὶ ἐπʼ ἀσφαλείᾳ τῶν παρʼ αὐτῶν
διομολογηθέντων μάρτυρα τὸν θεὸν ἐπικαλούμενοι ὡμολόγησαν
165τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, κύρια ἡγεῖσθαι διὰ παντός,
καὶ μὴ ἐναντιωθῆναι αὐτοῖς ἢ μέρει αὐτῶν ἢ κεφαλαίῳ, μὴ νῦν,
μὴ μετὰ <τα>ῦτα, μὴ ἐν δικαστηρίῳ ἐπιχωρίῳ ἢ ὑπερορίῳ, μὴ ἐ̣κ̣τὸς̣
δικαστηρίου, μὴ διὰ δεήσεως ἐπανατινομένης(*) τῷ καλλινίκῳ
ἡμῶν δεσπότῃ, μὴ ἐπὶ φίλων [αἰτι]ᾶ̣σθαι, μηδὲ μ̣έ̣μ̣ψ̣α̣σ̣θ̣[α]ι̣ α̣ὐ̣τ̣ο̣ῖ̣ς̣
170ἢ μέρει αὐτῶν, ἢ δικαίῳ ἢ ἐν ἁγίαις ἐκκλησίαις, μηδὲ λέγειν περιγραφήν
τινα ἢ ῥᾳδιουργίαν ὑπομεμενηκέναι διὰ τὸ καὶ κεκριμένῳ
λογισμῷ καὶ ἐκ τῶν ἠκριβω̣μένων νόμων μαθεῖν μηδεμίαν
αὐτοὺς ἔχειν ἀγωγὴν μηδὲ μεθοδίαν νομίμως ἐπὶ τῇ
ὑποθήκῃ τῆς εἰρημένης μηχανῆς διὰ τό, ὡς εἴρηται, προγενεστέρας̣
175εὑρῆσθαι τὰς ὑποθήκας τὰς ἐν ταῖς δανιακαῖς(*) συγγ[ρα]φ̣α̣[ῖ]ς̣ Στρατη̣γ̣ί̣ο̣[υ]
τοῦ πανευφήμου τῇ μνήμῃ, ἀλλὰ λόγῳ εὐσεβείας τὰ αὐ̣τ̣ὰ πεντήκον̣τ̣α̣
ὀκτὼ νομίσματα δοθῆναι α[ὐτο]ῖ[ς] ἤτοι τῷ εὐα̣γ̣ε̣ῖ̣ α̣ὐ̣τ̣ῶ̣ν̣ κ̣ο̣ι̣ν̣[ο]β̣ί̣ῳ̣.
καὶ προσομολογοῦσιν πάντα δόλον πονηρὸν ἀπεῖν̣αι ἀπέσεσθαι ταύτης
τῆς ὁμολογίας, κρατεῖν δὲ αὐτὴν κατʼ αὐτῶν καὶ τῶν μετʼ αὐτοὺς
180οἰκονομησάντων(*) καὶ προεστώτων τὸ αὐτὸ εὐαγὲς κοινόβιον
εἰς τὸν ἐφεξῆς ἅπαντα χρόνον καὶ ἐπερωτηθέντες ἐφʼ ἅπασιν
κατὰ πρόσωπον ὡμολόγησαν καὶ ὑπέθεντο ἐπʼ ἀσφαλείᾳ τῆς
παρούσης ὁμολογίας πάντα ὑπάρχοντα καὶ ὑπάρξοντα τῷ εὐαγεῖ
κοινοβίῳ ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικα̣ί̣ῳ̣
185πλήρει τύπῳ τῷ περὶ ὑποθηκῶ̣ν̣ μηδενὸς ὑφεξαιρηθέντος(*) ἢ
ὑφεξαιρηθῆναι(*) δυναμένου ταύτης τῆς ὑποθήκης καὶ ἀναγνωσθέντων̣
πάντων καὶ ἑρμηνευθέντων αὐτοῖς καὶ ἀρεσθέντων ὑπέγραψα̣ν̣
διὰ (hand 3?) Παμουθίου (hand 1) αἰτηθέντος παρʼ αὐτῶν ἀγραμμάτων ὄντων,
τοῦ προεστῶτος καὶ τοῦ οἰκονόμου βαλόντων ἀν̣ασ̣η̣μ̣ιο̣[ ̣] ̣[ ̣ ̣] ̣ο ̣
190(hand 4?) πρὸς πίστιν καὶ βεβαίωσιν τῶν παρʼ ἡμῶν διομολ<ογ>ηθ̣έντων καὶ τα[ύ]τας
τὰς δανιακὰς(*) συγγραφὰς ἃς ἐξ̣έ̣θετο τῷ εὐαγεῖ ἡμῶν κοινοβίῳ̣
ὁ τῆς λαμπρᾶς την μνημη̣ ν διογενους(*), εἰ καὶ τὰ μάλιστα οὐδεμ̣ί̣α̣ν̣
ἐξ̣ α̣ὐ̣τ̣ῶ̣ν ἔχομεν βοήθειαν, ἀ̣[ν]ε̣δώκαμεν τῇ ὑμετέρᾳ ὑπεροχῇ.
κυρία ἡ ὁμολογία. ἁπλῆ ἐγράφη, ὡς πρόκειται. †
——
194amonogr. Ἰωσὴφ π̣ρ̣( ) ἀ̣ρ̣χ̣ι̣(μανδρίτης)
194bmonogr. Ἰωσὴ̣φ̣ π̣ρ̣( )
194cmonogr. Ἰωσὴφ.
195(hand 5) † τὸ εὐαγὲς κοινόβιον καλούμενον Ἀββᾶ Ἱέρακος διακείμενον ἐν τῷ λιβικῷ
ὄρει ταύτης τῆς Ὀξυρυγχιτῶ[ν] πόλεως διʼ ἐμοῦ Ἰωσὴφ μονάζοντος καὶ πρεσβυτέρου,
προεστῶτος τοῦ αὐτοῦ εὐαγες(*) κοινοβίου, ἔσχον τὰ τοῦ χρυσοῦ νομίσμ[ατα] ἑκατὸν̣
τριάκοντα ζυγῷ Ὀξυρύγχων κατὰ τὴν προδηλουμένην διή̣γ̣η̣σιν κα̣ὶ ἀπ̣[ηλλάγην]
περὶ τῶν χρεωστηθέντων π̣α̣ρὰ Διογένους τοῦ τῆς λαμπρᾶς μνήμ̣[η]ς̣
200καὶ οὐδένα λόγο̣ν ἔχω πρὸς τὴν ὑποτεθεῖσάν μοι παρὰ τοῦ αὐτοῦ ἐν λαμπρᾷ
τῇ μνήμῃ Διογένους μηχανὴν καλουμένην Τμαω διακειμένην
ἐμ(*) πεδιάδι Ὤφεως οὐδὲ πρὸς ἄλλα πράγματα τοῦ αὐτοῦ ἐν λαμπρᾷ
τῇ μνήμῃ Διογένους, ἀλλὰ καὶ χάριτας ὁμολογῶ τῇ ὑμετέρᾳ
ὑπερφυείᾳ ἐφʼ οἷς τὸ εὐσεβὲς ἐποίησεν καὶ προσέταξεν δοθῆναι
205τὰ αὐτὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν τριάκοντα τῷ αὐτῷ
εὐαγεῖ μοναστηρίῳ καὶ συμφων̣εῖ μοι πάντα καὶ ἕκαστον ὡς πρόκειτα̣ι̣
καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνωσθέντων μοι πάντων καὶ̣
ἑρμηνευθέντων ἐγὼ ὁ αὐτὸς Ἰωσὴφ ἀλάχιστος(*) ᾔτησα Παμούθιον τὸν θαυμα(σιώτατον)
ὑπογράψαι ὑπὲρ ἐμοῦ ἀγραμμάτου ὄντος καὶ ἀπέλυσα. † Παμούθιος υἱὸς
210τοῦ τῆς μακαρίας μνήμης Φιλοξένου ὑπ̣έ̣γ̣ραψα αἰτηθεὶς παρὰ το[ῦ] α[ὐτοῦ]
εὐλαβεστάτου Ἰωσὴφ ἀγραμμάτου ὄντος πρὸ ἐμοῦ τάξαντο[ς ἰδίᾳ χε]ι̣ρ̣ὶ̣ σταυρί[α τρία ]
καὶ ἀπέλυσα. \†/ τὸ εὐαγὲς κοινόβιον καλούμενον Ἀββᾶ Ἱέρακος διακείμ̣[ενον]
ἐν τῷ λιβικῷ ὄρει ταύτης τῆς Ὀξ[υ]ρυγχιτῶν πόλεως̣ δ̣ι̣ʼ ἐ̣μοῦ Θεο̣δώρο[υ] ο̣ἰ̣κ̣ο̣ν̣[ό]μ̣[ου]
τοῦ εὐαγοῦς κοινοβίου ἔσχον τὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν̣ τριάκον<τα> ζυγῷ
215Ὀξυρύγχων κατὰ τὴν προδηλουμένην διήγησιν κα̣ὶ ἀπηλλάγην περὶ τῶν
χρεωστηθέντων παρὰ Διογέν̣[ο]υ̣ς τοῦ τῆς λαμπρᾶς μνήμης καὶ οὐδένα
λόγον ἔχω πρὸς τὴν ὑποτεθεῖσάν μοι παρὰ τ[οῦ αὐτοῦ] ἐν λαμ̣π̣ρᾷ τῇ [μ]νήμ̣ῃ̣
Διογένους μηχανὴν καλουμένην Μαω διακειμένην ἐν πεδιά̣δ̣ι̣ Ὤφε̣ω̣[ς ο]ὐ̣δ̣ὲ̣
πρὸς ἄλλα πράγματα τοῦ αὐτοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ Διογένους, [ἀλλὰ] καὶ χάριν̣
220ὁμολογῶ τῇ ὑμετέρᾳ ἐνδόξου(*) ὑπερ[ο]χῇ ἐφʼ οἷς τὸ εὐ̣σεβὲς ἐπο[ίη]σ̣εν καὶ προσέταξ̣ε̣ν̣
δοθῆναι τὰ αὐτὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν τριάκ̣ο̣ντα τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ
καὶ συμφων̣εῖ μοι πάντα καὶ ἕκαστον ὡς πρόκ(ειται) καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνωσ-
θέντων μοι πάντων καὶ ἑρμηνευθέντω<ν> ἐγὼ ὁ αὐτὸς̣ Θεόδωρος οἰκονόμος ᾔτησα
Παμούθιος(*) τὸν θαυμασιώτατον ὑ̣πογράψαι ὑπὲρ ἐμοῦ ἀγραμμάτου ὄ̣ντος καὶ ἀπέλυσα.
225ὁ αὐτὸς Παμούθιος υἱὸς τοῦ μακαρ[ί]ου Φιλοξένου ὑπέγραψα αἰτηθεὶς παρὰ τοῦ αὐτοῦ εὐλαβεστάτου
Θεοδώρου οἰκονόμου ἀγραμμάτου ὄντος μετʼ ἐμὲ τάξαντος ἰδίᾳ χειρὶ σταυρία τρία καὶ ἀπέλυσα. †
monogr. Θεοδώρου οἰκονόμου monogr. Θεοδώρου οἰκονόμου monogr. Θεοδώρου οἰκονόμου. (hand 6) † Σαμουήλ διάκονος̣ ἐλέει θ(εο)ῦ τῆς ἁγίας καθολικῆς ἐκκλησίας υἱὸς τοῦ μακα̣ρ̣ίου
Μαρτυρίου μαρτυρ(ῶ) τῇ παρούσῃ ἀσφαλείᾳ αἰτηθεὶ̣ς̣ παρʼ Ἰωσὴφ καὶ Θεοδώρου τῶν εὐ̣λ̣α̣β̣εστάτων
προεστῶτος καὶ οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται. † (hand 7) † Παμούθιος
230υἱὸς τοῦ τῆς μακαρίας μνήμης Παπβαοῦτος μαρτυρ(ῶ) τῇ παρούσῃ ἀσφαλείᾳ αἰτηθεὶς
παρὰ Ἰωσὴφ καὶ Θεοδώρου τῶν εὐλαβεστάτων μονα̣ζ̣όντω̣ν, Ἰωσὴφ μὲν προεστῶτος,
Θεοδώρου δὲ οἰκονόμου τοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς π̣ρ̣ό̣[κειται] (hand 8) ̣[- ca.10 -]
λαμπρότατος υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Μαρκιανοῦ μαρτυρῶ τ̣[ῇ] πα̣[ρού]σῃ ἀσ[φαλείᾳ]
αἰτηθεὶς παρὰ Ἰωσὴφ προεστο͂τος(*) κ[α]ὶ Θεοδώρου οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦ̣ς μονα̣[σ]τηρίου Ἀ[β]β̣ᾶ Ἱ̣έ̣[ρ]α̣[κος,]
235ὡς πρόκειται †. (hand 9) Φλάουϊος Φιλόξενος λαμπρ(ότατος) [υἱὸς τοῦ τῆς μακα]ρ̣[ία]ς μνήμη̣ς Ἰσίω̣νος γενομένο[υ]
πρεσβυτέρου τοῦ εὐαγοῦς κλήρου ταύτης \τῆς/ Ὀξυρ[υγ]χ̣ιτῶν μαρτυρῶ τῇ π[α]ρούση̣ [ἀσφα]λείᾳ αἰτη̣θεὶς
παρὰ Ἰωσὴφ προεστῶτος καὶ Θεοδώρου οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος,
ὡς πρόκειται †. (hand 10) Φλάουϊος Φὶβ ὁ περίβλεπτος κόμις υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Ματρίνου μαρτυρῶ τῇ παρ-
ούσῃ ἀσφαλείᾳ αἰτηθεὶς παρὰ Ἰωσὴφ πρ[ο]ε̣σ̣τ̣ῶτος καὶ Θεοδόρου(*) [ο]ἰκονόμου τοῦ αὐτοῦ εὐα[γο]ῦς κοινοβίου
240Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται †. (hand 11) † Θεότιμος ἐλέει θ(εο)ῦ διάκονο̣ς̣ τ̣[ῆς ἁ]γίας καθολικῆς
ἐκκλησίας Ὀξυρύγχου υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης [Ἀ]λ̣[ε]ξ̣ά̣ν̣δ̣ρ̣ο̣υ̣
γενομένου πρεσβυτέρου μαρτυρῶ τῇδε τῇ παρούσῃ ἀσφα[λείᾳ]
α̣ἰ̣τ̣η̣θ̣ε̣ὶ̣ς̣ π̣[α]ρ̣ὰ̣ Ἰωσὴφ προεστ[ῶ]τος καὶ Θεοδώρου οἰκονόμου
τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται †.
245(hand 12) † διʼ ἐμοῦ Ἰούστου ὑποδιακ(όνου) συμβολαιογράφ(ου) ἐτελει̣ώ̣θη.
† diʼ em(u) Iust(u) upodiacon(u) sumbolai(ografu) eteliothḥ †.
((tachygraphic-marks)) v
(hand 1?) † ὁμολ(ογία) γεναμ[ένη δι](ὰ) Ἰωσὴφ πρ(εσβυτέρου(?)) καὶ ἀρχιμανδρ(ίτου) τοῦ ἁγίου
μοναστηρ(ίου) [καλ]ουμένου Ἀββᾶ Ἱέρακ[ο]ς εἰς τὸν
250ὑ̣περφυέστατον Ἀπίωνα καὶ εἰς τ̣ὴ̣ν̣ π̣α̣ν̣εύ̣φημ̣[ον]
αὐτοῦ μητέρα †.
^ r.3. l. ὑπατείαν
^ r.9. corr. ex αυτω
^ r.13. l. ἐπερωτῶντος
^ r.20. l. δανεῖσαι
^ r.25. l. ἀποδόσεως
^ r.26. l. δανεισθέντων
^ r.29. l. γραμματεῖον
^ r.36. l. ἀποδόσεως
^ r.40. l. ἐκδανεῖσαι
^ r.40. l. παισθεὶς
^ r.47. l. ἀποδόσεως
^ r.48. l. γραμματείοις
^ r.50. l. δανειακῶν
^ r.59. l. δεσποτείαν
^ r.60. l. δανειακαῖς
^ r.66. l. τῷ
^ r.71. l. δανειακὴν
^ r.73. l. γραμματείου
^ r.77. l. δανειακὰς
^ r.80. l. γραμματείων
^ r.86. l. ὑποθήκης
^ r.87. l. δανειακαῖς
^ r.102. l. ἐκδανεῖσαι
^ r.102. l. γινόμενα
^ r.122. l. ἐπιρρεπεῖς
^ r.158. l. μακροζωΐαν
^ r.168. l. ἐπανατεινομένης
^ r.175. l. δανειακαῖς
^ r.180. l. οἰκονομησόντων
^ r.185. l. ὑπεξαιρεθέντος
^ r.186. l. ὑπεξαιρεθῆναι
^ r.191. l. δανειακὰς
^ r.192. l. μνήμης Διογένης
^ r.197. l. εὐαγοῦς
^ r.202. l. ἐν
^ r.208. l. ἐλάχιστος
^ r.220. l. ἐνδόξῳ
^ r.224. l. Παμούθιον
^ r.234. l. προεστῶτος
^ r.239. l. Θεοδώρου

Apparatus
^ r.3. l. ὑπατείαν
^ r.9. corr. ex αυτω
^ r.13. l. ἐπερωτῶντος
^ r.20. l. δανεῖσαι
^ r.25. l. ἀποδόσεως
^ r.26. l. δανεισθέντων
^ r.29. l. γραμματεῖον
^ r.36. l. ἀποδόσεως
^ r.40. l. ἐκδανεῖσαι
^ r.40. l. παισθεὶς
^ r.47. l. ἀποδόσεως
^ r.48. l. γραμματείοις
^ r.50. l. δανειακῶν
^ r.59. l. δεσποτείαν
^ r.60. l. δανειακαῖς
^ r.66. l. τῷ
^ r.71. l. δανειακὴν
^ r.73. l. γραμματείου
^ r.77. l. δανειακὰς
^ r.80. l. γραμματείων
^ r.86. l. ὑποθήκης
^ r.87. l. δανειακαῖς
^ r.102. l. ἐκδανεῖσαι
^ r.102. l. γινόμενα
^ r.122. l. ἐπιρρεπεῖς
^ r.158. l. μακροζωΐαν
^ r.168. l. ἐπανατεινομένης
^ r.175. l. δανειακαῖς
^ r.180. l. οἰκονομησόντων
^ r.185. l. ὑπεξαιρεθέντος
^ r.186. l. ὑπεξαιρεθῆναι
^ r.191. l. δανειακὰς
^ r.192. l. μνήμης Διογένης
^ r.197. l. εὐαγοῦς
^ r.202. l. ἐν
^ r.208. l. ἐλάχιστος
^ r.220. l. ἐνδόξῳ
^ r.224. l. Παμούθιον
^ r.234. l. προεστῶτος
^ r.239. l. Θεοδώρου
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.