DDbDP transcription: p.oxy.6.964 [xml]
AD 263 Oxyrhynchus
1/12Αὐρήλιος Θέων ὁ καὶ Εὐδαίμων ἐπικαλούμενος Ἀριστίων καὶ ἡ ἀδελφὴ Σαραποῦς ἡ καὶ Ἀγαθόκλια
ἀμφότεροι Ἀριστίωνος καὶ ὡς ἐχρημάτιζεν Αὐρηλίῳ Ἰσιδώρῳ χαίρειν. ὁμολογοῦμεν ἀπεσχηκέναι
παρὰ σοῦ τὰ ἐνοίκια οὗ ἔχεις ἡμῶν ἐν μισθώσει καμηλῶνος ἐπʼ ἀμφόδου [Ἱπ]πέων Παρεμβολῆς
τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ τοῦ διεληλυθότ[ο]ς ι (ἔτους) ἐν δραχμαῖς διακοσίαις εἴκοσει(*) , μένοντος ἡμεῖν(*) τοῦ λόγου πάντων ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Θὼθ ἐνοικίω̣ν̣ ἀκολούθω[ς] τῇ μισθώσει. κυρία
ἡ ἀποχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. (ἔτους) ια Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικινν̣ίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Θὼθ ϛ.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.