DDbDP transcription: p.oxy.85.5515 [xml]
r
Ἀπίων ὁ καὶ Θέων Θέωνος τοῦ Σειρίωνος(*) μητρὸς
Σινθώνιος καὶ Τιβέριος Κλαύδιος Σερῆνος(*)
Ἀθηναίῳ Διον̣υσίου γραμματεῖ Παποντῶτος
πράκτορος σε̣ιτικῶν(*) Ὤφεως τόπων χαίρειν.
5ὁμολογοῦμεν ἑκουσίως ἐνγυᾶσθαι(*) εἰς
ἔκτεισιν(*) τὰς ὀ̣φειλομένας καὶ προχρησθείσας
ὑπὸ σοῦ ὑπὲρ δημοσίων, ὧν ὀφείλει ἡ τοῦ
ἑνὸς ἡμῶν Ἀπίωνος τοῦ καὶ Θέωνος μήτηρ
Σίνθωνις Ἀπ̣ίωνος ὑπὲρ κώμης Ὤφεως,
10πυροῦ γενήμα̣τος τοῦ διελθόντος τετάρτου
ἔτ̣ους Ἀντων̣είνου(*) Καίσαρος τοῦ κυρίου
ἀρτάβας ἑκατὸν τριάκονταν(*) ἐννέα, ἃς
καὶ ἐπάναν̣κον(*) παρεξόμεθα αὐτὴν̣ ἀπο-
διδοῦσάν̣ σο̣ι ἕως τριακάδος τοῦ ἑξῆς
15μηνὸς Ἁθυρ̣ χωρὶς ὑπερθέσεως, γεινο-
μένης(*) σοι τῆς πράξεως καὶ ἐξ οὗ ἐὰν
ἡμῶν αἱρῇ [κ]α̣ὶ ἐκ τῶν ὑπαρχόντων ἡμεῖν(*)
πάντων. κ[υ]ρία ἡ ἰδιόγραφος τοῦ ἑνὸς
ἡ̣μῶν Ἀπίων̣ος τοῦ καὶ Θέωνος χείρ. ἔτους
20πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου
Αἰλίου Ἁδριανοῦ Ἀντωνεί[νου](*) [Σεβαστοῦ]
-- -- -- -- -- -- -- -- -- -- v
ἐγγ(ύη) ̣ι( ) Σ̣ι̣νθώ̣[νι]ο̣ς̣

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.