DDbDP transcription: p.oxy.8.1119 [xml]
AD 253 Oxy<Antinoopolis
[Reprinted from: chrest.wilck.397] Chrest.Wilck. 397
κη.
[ -ca.?- στρατηγὸς Ὀξυρυγχείτου] Αὐρηλίῳ Ἡρᾷ φυλάρχ(ῳ) τοῦ εἰσιόντος δ (ἔτους).
[ἐπιστέλλεταί σοι τὸ βιβλίδιον Αὐρηλίων Θέωνος καὶ Ἀρσινόο]υ ἀμφοτέρων Θέωνος Σεβαστείων τῶν καὶ Διοσκουρείων \Ἀντινοέων/, ἐντεταγμένων καὶ ἀντιγράφων ἐπιστολῶν δύο , τὴν(*) μὲν γρα(φείσης)
[ὑπὸ τῆς κρατίστης Ἀντινοέων βουλῆς Ἀντωνίῳ Ἀλεξάνδρῳ τῷ κρα(τίστῳ) ἐπιστρα(τήγῳ)], τὴν(*) δὲ ὑπὸ τοῦ αὐτοῦ ἐπιστρα(τήγου) τῷ τότε γι(νομένῳ) στρα(τηγῷ), ἀλλὰ καὶ τῆς γενομένης προσφωνήσεως(*) ὑπὸ τοῦ τότε ἀμφοδογραμματέως.
5[(ἔτους) γ Αὐτοκρατόρων Καισάρων Γαΐου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐιβίο]υ Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν (hand 2) Μεσορὴ κγ.
(hand 3) [ ̣ ̣ ̣ ̣ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίων Θέωνος καὶ Ἀρσινόου Θέωνος Σεβαστείων τῶ]ν καὶ Διοσκουρείων Ἀντινοέων. ἐπεὶ τῇ πρὸ ταύτης περιόδῳ τῶν μελλόντων λειτουργεῖν τοῖς ἐνταῦθα ἀμφόδοις ὁ τότε γενόμενος ἀμφοδογραμματεὺς
[Αὐρήλιος Σαραπίων - ca.40 - εἰσήγ]γειλεν ἡμᾶς διὰ τῆς καταχ\ω/ρισθείσης(*) ὑπʼ αὐτοῦ γραφῆς λειτουργιῶν εἰς πρακτορίαν ἀργυρικῶν τῆς μητροπόλεως, αὐτοί τε εὐθέως περιηχηθέντες ἐκεῖσε
[- ca.51 - οὐχ ἡσυχάσα]μεν, ἀλλὰ προσήλθομεν τῇ κρατίστῃ βουλῇ ὑφηγησάμενοι τὴν τόλμαν καὶ τὴν παρανομίαν τοῦ αὐτοῦ ἀμφοδογραμματέως, ἥτις ἀγανακτήσασα ἐπέστειλεν τῷ
[κρατίστῳ ἐπιστρατήγῳ Ἀντωνίῳ Ἀλεξάνδρῳ, ὃς τὸν νοῦν προσέχων δικαίοις τοῖ]ς μάλιστα δεδο̣μ̣έ̣ν̣οις τῇ ἡμετέρᾳ πατρίδι ἐπέστειλεν τῷ τότε στρατηγῷ Αὐρηλίῳ Δείῳ τῷ καὶ Περτίνακι κελεύσας αὐτὸν ἐπαναγκασθῆναι ἢ προχειρίσασθαι
10[ἑτέρους ἀνθʼ ἡμῶν εἰς τὴν λειτουργίαν ἢ - ca.29 -] τὰ τῆς παρανομίας, ὅ τε στρατηγὸς πάντα ἐπέστειλεν τῷ ἀμφοδογραμματεῖ, ἐκεῖνός τε εὐλαβῶς ἔχων τὸν ἐπηρτημένον αὐτῷ ἐκ τοῦ παρανομήματος κίνδυνον
[- ca.36 - αὐτὸς ὑπέσχετο ἀντὶ τῆς ἁμα]ρτίας, ἀγνοίας π̣ρ̣[ό]φ̣α̣σιν ὑποτειμησάμενος(*), ὑ(*)ποστήσεσθαι τ̣ὸ̣ [με]τὰ τοῦτ̣ο τὰς λειτουργίας. ὅθεν καὶ νῦν ὑπὲρ τοῦ μὴ καὶ τὸν νυνεὶ(*) φύλαρχον δοκεῖν ἀγνοεῖν αὐτὰ ταῦτα
[- ca.39 - διὰ τὸ τὸν ἕτερον ἡμῶν Αὐ]ρήλιον Θέωνα ἐκεῖ ἐν τῇ πατρίδι εἶναι προσευκαιροῦντα ταῖς(*) λειτουργίαις εἰς ἃ[ς] προεχειρίσθημεν τοῦ στοίχου καταλαβόντος τὴν ἡμετέραν βουλὴν τῷ ἐνεστῶ-
[τι ἔτει ̣ ̣ ̣ ̣ ̣ ̣ ἐπιδίδομέν σοι τὰ ὑποκείμενα ἀντίγραφα ἀξιοῦντες αὐ]τὰ ταῦτα φανερὰ γενέσθαι διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν τῷ τῶν μελλόντων λειτουργεῖν ἀμφόδων φυλάρχῳ Αὐρηλίῳ Ἡρᾷ ἵ(*)νʼ εἰδῇ. (ἔτους) γ Αὐτοκρατόρων Καισάρων
[Γαΐου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐιβίου Ἀφινίου Γάλλο]υ̣ Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν (hand 2) Μεσορή. (hand 3) ἔστι δὲ τὰ ἀντίγραφα· Ἀντινοέων νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως οἱ ἄρχοντες καὶ ἡ βουλὴ
15[Ἀντωνίῳ Ἀλεξάνδρῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ χα]ί̣ρ̣ε̣ι̣[ν. ο]ἶ̣σ̣θ̣α̣, κράτιστε τῶν ἐπιτρόπων, τῷ χρόνῳ τῆς ἐπιτροπῆς εἰ καί τις ἕτερος πλήρης γεγονὸς(*) τῶν ἐξαιρέτων τῆς ἡμετέρας πατρίδος δικαιωμάτων, ὅτι πρῶτον μὲν θεὸς Ἁδριανὸς
[- ca.33 - ἀπῴκισε]ν̣ εἰς̣(*) αὐτὴν ἀπὸ τῶν ἐν Αἰγύπτῳ πόλεων ἐνομοθέτησεν σαφῶς παρὰ νόμοις(*) μὲν ἡμεῖν(*) ἄρχειν καὶ λειτουργεῖν, πασῶν δὲ ἀπηλλάχθη τῶν παρʼ ἄλλοις ἀρχῶν τε καὶ λειτουργιῶν, ἔπειτα δὲ
[- ca.31 - διαδεξάμ]ενοι τὴν βασιλείαν τὴν ὑπάρχου[σ]αν ἡμεῖν(*) καὶ ἐν τούτου(*) ἄδιαν(*) ἐ[βεβ]α̣ίωσαν πολλάκις, οἷς ἑπόμενοι εὐσεβῶς καὶ οἱ κατὰ καιρ[ὸ]ν ἡγησάμενοι τοῦ ἔθνους(*) καὶ ὑ(*)μεῖς οἱ κράτιστοι οὐ μόνον ἀφίεται(*)
[ἡμᾶς πασῶν τῶν παρʼ ἄλλοις ἀρχῶν τε καὶ λειτουργιῶ]ν̣ ἀλλὰ καὶ δίκην ἀπ̣[α]ι̣[τ]ε̣ῖ̣ται(*) τῆς παρανομίας παρὰ τῶν πλημ̣[μελ]εῖν ἐπιχειρούντων εἴς τε τὰς θείας νομοθεσίας κα[ὶ] τὰς τῶν ἡγεμόνων κρίσις(*). ἐπεὶ οὖν Αὐρήλιοι Θέων καὶ Ἀρσίνοος παρʼ ἡ-
[μῖν (?)- ca.36 -συμ]πολεῖται(*) ἡμέτεροι προσῆλθον ἡμεῖν(*) διὰ βιβλειδίων(*) αἰτιώμενοι Σαραπίωνα ἀμφοδογραμματέα τῆς Ὀξυρυγχειτῶν πόλεως ὡς ἀμφοτέρους αὐτοὺς εἰς πρακτορίαν μητροπολειτικῶν(*)
20[λημμάτων(*) ἀναδεδωκότα - ca.23 - ἐπ]ι̣[δίδο]μεν σοι(*) τῇ ἐπιμελείᾳ ὅπως κελεύσῃς [τ]ῷ στρατηγῷ τοῦ αὐτοῦ νομοῦ δυοῖν θάτερον γενέσθαι, τὸν ἀμφοδογραμματέα γνωσιμαχήσαντα ἑτέρους ἀντʼ αὐτῶν ἀναδοῦναι
[εἰς τὴν λειτουργίαν ἢ - ca.16 - ἀπαντῆσαι] πρὸς τὴν ε[ὐ]τυχῶς ἐσομένην σου ἐπιδημίαν εἵνα(*) κατὰ το[ὺ]ς πατρίους τῆς ἡμετέρας πολειτίας(*) νόμους λόγον ὑπόσχῃ τ[ῆ]ς τε τῶν θείων νόμων καὶ τῶν ἡγεμο[ν]ικῶν κρίσεων
[ὕβρεως - ca.18 - ἐρρῶσθαί σε εὐχόμεθα]. (ἔτους) β Μάρκων Ἰ(*)ουλίων Ἁθὺρ λ̣. ἀντίγραφον ἐπισ[το]λῆς· Ἀντώνιος Ἀλέξανδρος στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. τίνα μοι ἐπέστειλαν Ἀντινοέων νέων Ἑλλήνων λαμ-
[πρᾶς πόλεως οἱ ἄρχοντες καὶ ἡ βουλὴ ὅπως εἰδῇς το]ύ̣τ[οις] μου τοῖς γράμμασι ὑπ[ο]ταγῆν[α]ι ἐκέλευσά σοι. φρόντι[σο]ν τὸν ἀμφοδογραμματέα ὣν(*) αἰτιῶνται τῇ ἑαυτῶν πολειτίᾳ(*) προσήκοντας ἀναδεδωκέν[α]ι εἰς πρακτορίαν παρεῖναι
[- ca.17 - λόγον ὑποσχήσοντα ὧν ἔπραξεν παρὰ τὰ νενομ]οθετημένα, εἰ ἔτι α[ὐ]τοὺς ὡς προσήκοντας αὐτ[ῷ] ὑ̣παγαγεῖν ἐπιχειροίη τῇ λειτουργίᾳ. ἐρρῶσθαί σε εὔχομαι. (ἔτους) β Μάρκων Ἰ(*)ουλίων Μεχεὶρ γ. τῆς δὲ προσφωνήσεως·
25[Αὐρηλίῳ Δείῳ τῷ καὶ Περτίνακι στρατηγῷ Ὀξυρυγχείτου παρ]ὰ Αὐρηλίου Σαραπίωνος ἀμφοδογραμματέως τῆς Ὀξυρυγχ[ε]ιτῶν πόλεως. ἐπεστάλην ὑπὸ [σο]ῦ τῇ α τοῦ Φαμενὼθ μηνὸς ἐπίσταλμα ᾧ ἐντέτακται ἀντίγραφον
[ἐπιστολῆς τῆς γραφείσης σοι ὑπὸ Ἀντωνίου Ἀλεξάνδρου τοῦ κρατίσ]τ̣[ο]υ ἐπιστρατήγου, ὑποτεταγμένων αὐτῇ καὶ [τ]ῶν ἀνεν̣[ε]χ̣θ̣[έντων αὐ]τῷ ὑπὸ τῆς κρατίσ[τ]ης τῶν Ἀντινοέων βουλῆς ἕνεκεν Αὐρηλίων Θέωνος καὶ Ἀρσινόου διδυμα-
[γενῶν - ca.17 - ἀναδοθέντων ὑπʼ ἐμοῦ εἰς πρακτορίαν ἀργυ]ρικῶν μητροπόλεως, ὧν τὸν ἕτε̣ρ̣[ο]ν̣ Ἀρσίνοον ὡς Πατερμ ̣[ ̣ ̣ ̣ ̣ ̣, ὅπω]ς τὴν κάθοδον ποιήσομαι πρὸς τὸν κράτιστον ἐπιστράτ[ηγον] ἐὰν ἔτι αὐτοὺς ὡς προσήκοντας
[ἡμῖν ὑπαγαγεῖν ἐπιχειρῶ τῇ λειτουργίᾳ. ἐπισκεψάμενος οὖν εὗρον αὐ]τοὺς ἔχειν δίκαια Ἀντινοειτικὰ ἐκ πατρό[ς], ὡ̣ς καὶ ἔκτοτε μαθ̣[ὼν ὑπέστ]η̣ν τὴν ὑπὲρ αὐτῶν λειτουργίαν· ἅπερ προσφωνῶ. (ἔτους) β Μάρκων Ἰουλίων Φαρμοῦθι(*) ιγ.
(hand 4) [Αὐρήλιοι Θέων καὶ Ἀρσίνοος Θέωνος ἐπ]ιδεδώκαμεν.
30(hand 5) [ -ca.?- ] ἐπήνεγκα. (hand 6?) (ἔτους) γ Μεσορὴ κθ. [ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣λ̣( ) κολ(λήματα) κε κζ.
^ 3. l. τῆς
^ 4. l. τῆς
^ 4. corr. ex
^ 7. corr. ex καταχ⟦ο⟧
^ 11. l. ὑποτιμησάμενος
^ 11. ϋποστησεσθαι papyrus
^ 11. l. νυνὶ
^ 12. corr. ex
^ 13. ϊνʼ papyrus
^ 15. l. γεγονὼς
^ 16. BL 8.241 : [- ca.40 -] ̣εις̣ prev. ed.
^ 16. l. μόνοις
^ 16. l. ἡμῖν
^ 17. l. ἡμῖν
^ 17. l. τούτῳ
^ 17. l. ἄδειαν
^ 17. corr. ex εθοουσ
^ 17. ϋμεισ papyrus
^ 17. l. ἀφίετε
^ 18. l. ἀπ[α]ι[τ]εῖτε
^ 18. l. κρίσεις
^ 19. l. [συμ]πολῖται
^ 19. l. ἡμῖν
^ 19. l. βιβλιδίων
^ 19. l. μητροπολιτικῶν
^ 20. corr. ex
^ 20. l. σοῦ
^ 21. l. ἵνα
^ 21. l. πολιτείας
^ 22. ϊουλιων papyrus
^ 23. l. ὃν
^ 23. l. πολιτείᾳ
^ 24. ϊουλιων papyrus
^ 28. corr. ex φαροουθι

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.