Papyri.info

sign in

upz.1.9 = HGV UPZ 1 9 = Trismegistos 3400 = p.paris.39r



DDbDP transcription: upz.1.9 [xml]

161/160 BC Memphis
[Reprinted from: p.paris.39r] PParis39r

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι
θεοῖς Φιλομήτορ[σι χ]αίρειν [Π]το[λε]μαῖος Πτολεμαίου(*) Μακεδ[ὼ]ν
τῶν ἐν κατοχῇ ὄντων ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι
ἔτος τοῦτο ιβ. τοῦ ιη (ἔτους) Θῶυθ μετα[λλά]ξ[αντος] τοῦ πατρός μου
5τὸν βίον ᾧ ἡ πατ[ρὶ]ς ἦν ἐν Ψίχει τοῦ Ἡρα[κλεο]πολίτου καταλίποντος(*)
ἐμὲ μὲν ὄντα ἐν τῶι δηλουμένωι ἱερῶι, ἄλλα δὲ ἀδέλφιά μου τρία
ἐν τῆι προειρημένηι κώμηι Ἵππαλον Σ[αραπ]ίωνα Ἀπολλώνιον,
τούτων δὲ διασειομένων ὑπὸ τῶν ἐν τῆι κώμηι ἀρχόντων,
καθότι προσπίπτει μοι, δέομαι ὑμῶν μεθʼ ἱκετείας, θεοὶ
10Σωτῆρες Εὐεργέται, ἐμβλέψαντας εἴς τε ἐμέ, ὅτι οὐ δύνομαι(*) ἐξελθὼν
ἐκ τοῦ ἱεροῦ ἀντιλαβέσθαι αὐτῶν, καὶ εἰς τὴν ἐκείνων ὀρφανείαν
προστάξαι γράψαι Κυδίαι τῶι στρατηγῶι προνοηθῆναι ὡς εἰς τὸ λοιπὸν
οὐθεὶς οὔτε διασείσει οὔτε περισπάσει αὐτοὺς τῶν πρὸς ταῖς π[ρα-]
γματεί\αις/ διὰ τὸ ἐκείνους ἐμοὶ πορίζοντας τοὺς ἄρτους ἐμὲ διατρέφειν.
15ὑμῖν δὲ γίνοιτο κρατεῖν πάσης ἧς ἂν αἱρῆσθε χώρας καὶ καταγηρᾶν
σ[ὺν] τοῖς ὑμετέροις τέκνοις τήν τε χώραν ὑμῶν εἶναι ἐν ἧι προαιρεῖσθε
δ[ια]θέσει. εὐτυχεῖτε.

Apparatus


^ 2. l. Γλαυκίου
^ 5. l. καταλείποντος
^ 10. l. δύναμαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.