DDbDP transcription: p.pintaudi.55 [xml]
r
χα̣ίροιτε, τιμιώτατοι
Ὡρίων καὶ Σαραπίων
κ̣α̣ὶ̣ Ε ̣ ̣ ̣τ̣ι̣ε, οἱ αἰεὶ
εὐχόμενοι ἅπασι τοῖς θεοῖς
5ὁλοκληροῦντας ὑμᾶς καὶ
κατορθώσαντας ἀπολαμ-
βάνειν Κορέλλιός τε
καὶ Εὖς̣ κ̣α̣ὶ̣ Νίκ̣η̣ <ἡ> μήτηρ
καὶ Φιβ̣ίων Σιλβανός δε(*) καὶ
10ὁ πρεσβύτερος. σύμ-
παντας γὰ̣[ρ] θαρρεῖν δεῖ,
[ὡ]ς̣ τεύξε̣σθε ἐπ᾽ ἀγαθοῖς̣
ὧν εὔχεσθε, προσλαμ-
βάνοντας καὶ τὰς ὑφ’ ἡμῶν
15εὐχάς. ἐπήκοοι δὲ γενό-
μενοι οἱ θεοὶ καὶ παρασχό[ν-]
τ̣ες τὸ διὰ γραμμάτ̣ων̣
ὑμᾶς νῦν ἀσπάσασθαι
παρέξουσι καὶ τὸ δι’ ὄψεως.
20πολλὰ ὑμᾶς ἀσπάζονται
καὶ αὐτοὶ τὸ ὁ̣ρᾶν ὑμᾶς εὐχό{ι}-
μενοι Νεμεσίων τε καὶ
Δημ̣ητρία καὶ πάντες
οἱ ἡμῶν κατ’ ὄνομα.
25ἐρρῶσθαι ὑμᾶς εὐχόμε̣θα,
[Μ]ε̣χε̣ὶ̣ρ̣ ια̣. v
Ὡρίωνι ̣ ̣ ̣ ̣ι̣στῇ(*) π(αρὰ)
- ca.13 -(*)
χα̣ίροιτε, τιμιώτατοι
Ὡρίων καὶ Σαραπίων
κ̣α̣ὶ̣ Ε ̣ ̣ ̣τ̣ι̣ε, οἱ αἰεὶ
εὐχόμενοι ἅπασι τοῖς θεοῖς
5ὁλοκληροῦντας ὑμᾶς καὶ
κατορθώσαντας ἀπολαμ-
βάνειν Κορέλλιός τε
καὶ Εὖς̣ κ̣α̣ὶ̣ Νίκ̣η̣ <ἡ> μήτηρ
καὶ Φιβ̣ίων Σιλβανός δε(*) καὶ
10ὁ πρεσβύτερος. σύμ-
παντας γὰ̣[ρ] θαρρεῖν δεῖ,
[ὡ]ς̣ τεύξε̣σθε ἐπ᾽ ἀγαθοῖς̣
ὧν εὔχεσθε, προσλαμ-
βάνοντας καὶ τὰς ὑφ’ ἡμῶν
15εὐχάς. ἐπήκοοι δὲ γενό-
μενοι οἱ θεοὶ καὶ παρασχό[ν-]
τ̣ες τὸ διὰ γραμμάτ̣ων̣
ὑμᾶς νῦν ἀσπάσασθαι
παρέξουσι καὶ τὸ δι’ ὄψεως.
20πολλὰ ὑμᾶς ἀσπάζονται
καὶ αὐτοὶ τὸ ὁ̣ρᾶν ὑμᾶς εὐχό{ι}-
μενοι Νεμεσίων τε καὶ
Δημ̣ητρία καὶ πάντες
οἱ ἡμῶν κατ’ ὄνομα.
25ἐρρῶσθαι ὑμᾶς εὐχόμε̣θα,
[Μ]ε̣χε̣ὶ̣ρ̣ ια̣. v
Ὡρίωνι ̣ ̣ ̣ ̣ι̣στῇ(*) π(αρὰ)
- ca.13 -(*)
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.