DDbDP transcription: p.sakaon.40 [xml]
AD 318-20 Theadelphia
[Reprinted from: .] PThead19
Οὐα̣λερίῳ Ζίπερι̣ τῷ διασημ̣ο̣τ̣άτῳ ἡγεμόνι
Ἡρκουλίας Αἰγύπτου
παρὰ Αὐ̣ρηλίου Αἰθίοπα Κάνιτος ἀφήλικος μετὰ κηδεμόνος Σακαῶνος προσγενοῦς
πατρικο[ῦ] ἀπὸ κώμης Θεαδελφίας τοῦ Αρσινοΐτου. τοὺς ἀδικουμένους
5ὀρφανο[ύς], ἡγεμὼν δέσποτα, ἐκδικεῖν εἴωθεν τὸ μεγαλεῖον τὸ σόν.
ἑαυτὸς τοί[ν]υν ὀρφανὸς καταλελιμμενης(*) στερηθεὶς ἑκατέρων τῶν γονέων
οὐκ ὀλίγ[ον] ἀδικοῦμαι ὑπὸ τῆ[ς] ἀδελφῆς τοῦ πάππου μου κατὰ [τὸν] πατέρα Ἀννοῦ-
τος, ἣν ἔ̣[δ]ει μᾶλλον ἑτέρους κωλύειν ἐπὰν ἀδικίαν κατʼ ἐμοῦ διαπράξωσιν·
αὕτη γὰρ ἐ[π]οφθαλμήσασα τοῖς ἀ[ρεσ]τ̣οῖς θρέμ\μ/ασιν τοῖς πατρικοῖς μου νῦν πρώτος(*)
10ἐπέρχετα[ι], ἕρμαιον δηλον\ό/τι ἡ[γη]σ̣αμένη τὸν θάνατον τοῦ πατρός μ[ου], πρὸς ὃν περι-
[ό]ντα οὐδεμίαν μέμ[ψι]ν πε[πο]ίηται οὐδὲ κινήσασα περὶ τοῦ
[τ]υχό[ν]τος, ἤδη εἰς γῆρας μ̣α̣κρὸν ἐληλυθηια(*)· ὑπὲρ γὰρ τὰ ἑ[ξ]ήκοντα ἔτη(*)
φαίνε[ται] βιώσασα, ἐν οἷς τ̣[ὰς] ἡσυχίας ἤγαγεν ἄχρι τοῦ παρόντος. διὸ —
φανερο[ῦ] ὄντος περιττῶς [ν]ῦν μεμνῆσθαι ὧν μὴ ἐνῆξαι(*) μήτε πρὸς τὸν
15πάππ[ο]ν μου, οὗ ἀδελφή ἐσ̣[τι]ν, μήτε πρὸς τὸν πατέραν(*) μου — δέομαι τῆς σῆς
ἀρετῆς κελεῦσαι, ἐάν σοι δοκῇ, τὴν παιδίαν(*) τῆς γυναικὸς ἀποκοπῆναι
διʼ οὗ ἐὰν̣ δοκιμάσῃς — καὶ γὰ[ρ] ὁ πατήρ μου τρεῖς σιτολογίας ἐξετέλεσεν, ὑπὲρ ὧν
χρεώστ̣ης ἐστίν — καὶ τούτου τυχὸν(*) διὰ παντὸς χάριτάς σοι ὁμολογήσω. διευτύχει.
Αὐρήλιος Α̣ἰ̣τίοπας διʼ ἐμοῦ κηδεμόνος ἐπιδέδωκα. Αὐρήλιος Ἀγαθὸς ἔγραψα ὑπὲρ αὐτοῦ̣
20γράμματα μὴ εἰδότος. (hand 2) (*) ⟦π̣⟧ Παῧνι ιϛ.
τῷ ἐν καθέξει ὄντι̣ τὸ ἀβίαστον
φυλάξει ὁ λογιστής. κόλλ(ημα) ξε
τόμο(υ) β.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.