Papyri.info

sign in

p.tarich.1 = HGV P.Tarich. 1 = Trismegistos 316241



DDbDP transcription: p.tarich.1 [xml]

τ̣ο̣ῖ̣ς̣ τὰ π̣ρο̣σ̣οδ[ικ]ὰ̣ κρίν̣[ουσι]ν̣ χρη(ματισταῖς) ὧν εἰ̣σαγ̣ωγεὺς Μ̣έ̣λ̣α̣[ς] πα̣ρὰ Ἀ̣[μεννέ]ως τοῦ Ὥρου
καὶ Ὀννώφριος [το]ῦ Τεῶ̣[τος] ταριχευτ̣ῶ̣ν Τ̣άνεω̣ς̣. τ[οῦ] ιϛ̣ (ἔτους) Φ[αμεν]ὼθ \θ/ ἐπε-
δώκαμ̣εν ⟦ὑπ[ό]μ̣νημ̣α̣⟧ Πρωτάρχωι τῶν φίλ̣ω̣ν̣ καὶ̣ [πρ]ὸς τῆι̣ ἐπι̣(μελείαι) [τῶ]ν̣ χρη(ματιστῶν) ἐμφανισ-
⟦ζοντες⟧ \μὸν/ κ̣[α]τ̣ὰ [Ἀ]βύκιος τοῦ Ὥρου καὶ Κελεχών[σ]ι̣ο̣ς το̣[ῦ] Πάσιτος κ[αὶ] Πάσιτος
5τοῦ Ψεν̣ε̣φμοῦτ̣ος ταριχευτῶν Φιλαδελφεί̣α[ς] π̣ερὶ [βα]σι̣λ̣ι̣κ[ῶ]ν̣ με̣[ι]ζόνων καὶ
τ̣[ο]ύ̣τ̣[ου] χρημ[α]τισθέντος ὑ̣μῖν τῆι κε τοῦ Φ̣αρμ[οῦ]θι π̣α̣ρήγγελ[ται] τοῖς
προγεγρα̣(μμένοις) ἀπαν[τ]ᾶ̣ν ἐπὶ τὸ κριτήριον κα̣ὶ̣ ἐκτ[εθ]ε̣ί̣σης̣ τῆς̣ καταστάσεως
δίς, οὐκ ἀπήν̣[τ]ησαν̣ φυ̣γ̣οδικοῦντες. [⁦ -ca.?- ⁩  ̣νκ̣  ̣[⁦ -ca.?- ⁩]  ̣α̣  ̣σ  ̣υ̣  ̣ν  ̣[⁦ -ca.?- ⁩]ν̣ τοῖς ἰδίοις
τοῖς τε φυλακ[ί]τ̣αις πα̣ρ̣α̣διδομένω̣ν̣ ἡμῶ̣[ν ὑ]π̣’ α̣ὐ̣[τ]ῶ̣ν̣ εἰς τὸ τῶι ζεῖν ἐπα̣ν̣-
10ελέσθαι καὶ δι[α]πεσεῖν τὰ τῶι βασιλεῖ ἀν̣ήκοντα ⟦  ̣⟧ κ̣α̣ὶ̣ καταδυναστευόμενοι
ὑπ’ αὐτῶν ἠνα[γ]κάσθημεν ἐξαποστε̣ῖ̣λαι ἕ̣ν̣α̣ ἡ̣μῶν Ὀννῶφριν \εἰς Ἀλεξάνδρειαν/ ἐπ⟦ε̣⟧ιδοῦναι
τῶι Πρωτάρχω̣ι \ὑπόμνημα/ περὶ τούτω̣ν τῆ̣ι̣ λ τοῦ Ἐπεὶφ. τ̣ο̣ύ̣τ̣ο̣υ̣ δ̣ὲ̣ χρηματισθέν-
τος πρὸς ὑμᾶς τ̣ὴν ταχίστην διεξαγαγεῖν καὶ μὴ ἐπιτρέπειν ἐπιβάλ-
λειν ἡ̣μ̣ῖν τὰς χ̣εῖρας καὶ τοῦ Ὀννώφριος ἀν̣απλεύσαντο̣ς ἔχοντο̣ς̣ πρὸς
15ὑμᾶς [χ]ρ̣ηματι[σ]θέντα παρὰ Πρωτάρ<χ>ο̣υ χρηματισμ̣ὸ̣ν κ̣α  ̣  ̣  ̣  ̣  ̣κ̣  ̣  ̣  ̣ οἱ ἀντί̣-
[δικοι ἐ]π̣ιγνόν̣τ̣ες καὶ συνειδότες αὑτοῖς ἐνεσχ̣ημ̣ένοις το̣ῖ̣ς ἐγκεκλη-
[μένοις, π]ρ̣οσλα̣[βό]μενοι συνεργοὺς Κλέωνα τὸν τῆς προγεγρ(αμμένης) κώ(μης) Τ̣ά̣ν̣ε̣ω̣ς̣ \ἀ̣ρχιφυ(λακίτην)/ καὶ ἄλλους
[⁦ -ca.?- ⁩ Ἡρώ]ι̣δην [κ]α̣ὶ [Παχῆν] τ̣α̣ρ[ι]χευτὰς τ̣ῶ̣ν̣ ἐ̣κ Κερκή[σεως] καὶ ἀπαντήσαντες   ̣μ-
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]/ [⁦ -ca.?- ⁩]  ̣ω̣ν  ̣  ̣  ̣  ̣  ̣  ̣ ἐπιδόντα̣ς ὑμ̣ῖͅν̣ τὸν χρη(ματισμὸν) κ̣α̣ὶ̣ βίαι χρησά-
20[μενοι ἀπήγαγον ἡμᾶς] \[καὶ] Ψ̣ενῆσιν τὸν ἀδε(λφὸν)/ [εἰ]ς̣ τὴν μεγάλη[ν] φυ(λακὴν) \τῆι κβ τοῦ Μ̣ε̣σ̣ο̣ρῆ/ ὡ̣ς̣ Δριμύλ̣ου τοῦ πρὸς τῶ̣ι π̣α̣ρ̣α̣-
[σφραγισμῶι παραλογισθέν]τος̣ καὶ ἕως το̣ῦ̣ νῦν ἀπήγμεθ̣α̣ ἀνα̣ίτιοι ὄ̣ν̣τες. ἐπεὶ
[οὖν ⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣οντα καὶ τὰ ὑπὸ τοῦ βα(σιλέως) προστεταγμένα̣ περὶ
τ̣ο̣[ῦ ⁦ -ca.?- ⁩] το̣ὺ̣ς ἐμφανίζοντας περ̣ὶ̣ χρησίμω̣ν μ̣η̣δ̣ὲ
ἀπάγεσθαι παρευρ[έσει ἡ]ιτ̣ι̣ν̣ι̣ο̣ῦ̣ν, ἀλλὰ πολυωρίας τ[υ]γχάνειν̣   ̣  ̣  ̣  ̣  ̣αυτα
25  ̣  ̣  ̣  ̣  ̣ησ̣α̣  ̣τ̣α̣  ̣  ̣ [τ]υν̣χ̣άν̣[ο]μεν ἀπηγμένοι, ἀξιοῦμεν ὑμᾶ̣ς μετὰ πάσης ἱκε-
τεί̣α̣ς μὴ ⟦ὑπερ⟧ \περι/ιδεῖν ἡμᾶ̣ς καταδυναστευομένους ⟦ἀ̣λ̣λ̣ὰ⟧ \ὑπὸ τ̣ῶ̣ν̣/ ἀ̣ν̣τ̣ι̣δί̣κ̣ω̣ν, ἀλλὰ
συντάξαι ἀνακ̣α̣λέσα̣σ̣θ̣α̣ι ἡμᾶς ἐκ τ̣ῆ̣ς̣ φυ(λακῆς) \ο̣  ̣[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣  ̣  ̣/ ἐπισ̣(κεψαμένους) περὶ τούτων κα̣ὶ̣, ἐ̣ὰ̣ν̣ φ̣α̣ι̣ν̣ώ̣μ̣ε̣θα ἐν μη-
θενὶ ἐνεχόμενοι ⟦π̣ε̣ρ̣ὶ̣ τ̣ῶ̣ν̣⟧, διεθῶμε̣ν̣, ὑπὲρ δὲ τῶ̣ν ἐγκαλουμένω̣ν Ἀβύκιος καὶ
Κελεχώντ̣ιος καὶ Πάσιτος \καὶ οὓς προσέλαβον {τα} ταριχευτ̣ὰ̣ς Π̣αχ̣ῆ̣ν̣ καὶ̣ Ἡρώιδη̣ν/ διαλαβεῖν ἄξια ὧν ἀπε̣ιργα[σ]μένοι εἰσίν. τούτου δὲ
30γενομένου \οἵ τε λοιποὶ ἐπισ̣τ̣α̣θ̣ή̣σ̣οντα̣ι τοῦ μη  ̣  ̣  ̣ι ἀ̣μ̣φισβ̣ητεῖν̣ τ̣ο̣ῖ̣ς̣ ἐμ̣φανίζουσι πε̣ρὶ χρη(σίμων), ἡ̣μ̣εῖς̣ [δὲ]/ τευξ̣όμεθα̣ τῆ̣ς παρ’ ὑμῶ̣ν βοηθεία̣ς̣.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.