Papyri.info

sign in

p.tor.choach.8a = HGV P.Tor. Choach. 8 A = Trismegistos 3571 = p.tor.3 = upz.2.170A



DDbDP transcription: p.tor.choach.8a [xml]

126 BC Thebes
[Reprinted from: upz.2.170A] UPZ 2 170 A
[Reprinted from: p.tor.3] P.Tor. 3

Arp
[βασιλεῖ Πτολεμαίωι καὶ] β̣ασιλίσσηι Κλεοπά-
τ̣ρα̣ι [τ]ῆ̣ι γυναικὶ θεοῖς Εὐεργέταις χαίρειν
Ἀπολ̣λ̣ώνιος ὃς καὶ Ψεμμώνθης Ἑρμίου
τοῦ καὶ Πετενεφώτου τῶν ἀπὸ Διὸς πό-
5λεως τῆς Μεγάλης τῆς Θηβαίδος μισθοφό-
ρων(*) [ἱ]ππέων. ἀδικοῦμαι ὑπὸ Ψενχών-
σιος καὶ Χονομπρέους τῶν Τεεφίβι[ος]
καὶ Ἁρα̣τρέους καὶ Πεχύτου τῶν Ὥρου
καὶ Μεντεμῆτος, οὗ τὸν πατέρα ἀγνο-
10ῶ, ἢ εἴ τινα αὐτοῖς ἄλλα ὀνόματά ἐστιν̣,
χοαχυτῶν κατοικούντων τὴν αὐτήν
μοι πόλιν. ὑπαρχούσης γάρ μοι προγονι-
κῆς οἰκία̣ς ἐν τῶι ἀπὸ νότου πρὸς λί̣β̣[α μ]έ̣[ρ]ε̣ι̣
τῆς σημαινομένη[ς] Δ̣ιὸς πόλεως̣
15πηχῶν δέκα ἕ̣ξ̣ , ἀφʼ ὧ̣[ν ἐ]πιβάλλου[σί μοι]
πήχεις̣ ἑπτὰ (*) διὰ τ̣[ὸ εἶ]ν̣αι τὸν π̣[ατέρα]
μου Πε̣τενεφώτην̣ [πρε]σβύτερον υἱόν,
ἧς ἐκυ[ρίε]υ̣σαν οἵ τε π̣[ρόγ]ο̣νοί μου καὶ
ὁ πατ[ήρ], ἐ̣φʼ ὅσον περιῆ̣[σ]αν χρόνον,
20ἀναμφ[ιλ]έ̣κτως, οἱ ἐγ[κ]αλούμενοι ἐμβα-
τεύσα[ντ]ες εἰς τὴν σ[η]μ̣αινομένην
οἰκ̣ί̣α̣ν̣ κ̣α̣ὶ περιοικοδομ[ή]σαντες ἑαυτοῖς
οἰκητ̣ή̣ρι̣α ἐνοικοῦσιν β[ιαίω]ς οὐθενὸς
δικαίου ἀντεχόμενο̣[ι. τ]οῦ δὲ μδ (ἔτους)
25Θῶυθ ο[ἰ]κοδομούντω̣[ν α]ὐτῶν
διὰ πολυ̣χειρίας ἄνε[υ οἰκ]οδόμων
καὶ λόγους ποιησαμέ[νου μο]υ πρὸς αὐτούς,
οὐθενὶ κ̣όσμωι χρησάμ̣[ενοι, ἀφορή]τωι δὲ
ἀνομίαι̣ [ἐ]ξενεχθέ̣ν̣τε[ς, ἐκπ]η̣δήσαν-
30τές μοι καὶ μιάναντε̣[ς, ὑβρίσαν]τ̣έ̣ς̣ μ̣ε̣
πληγὰς ἔ̣δ̣ω̣κ̣α̣[ν. διὸ] τ̣ὴ̣ν
καταφ̣υγ[ὴν ἐφʼ ὑμᾶς ποιησά]μενος
δέομαι ὑμῶ̣[ν, τῶν μεγίστ]ων θεῶν καὶ
νικη̣φόρω[ν, εἰ ὑμῖν δοκεῖ, ἀναπ]έμψαι
35ημων(*) τὴ̣[ν ἔντευξιν ἐπὶ τοὺς ἀ]π̣ὸ̣ τοῦ
Πανοπολί̣[του μέχρι Συήνης χρη]μ̣ατισ-
τάς, ὧν εἰ[σαγωγεὺ]ς Ἀμ̣[μώνιο]ς,
ὅπως χρηματ̣ί̣σ̣α̣ν̣τ̣ε̣ς̣ [αὐτὴν]
εἰς κρίσιν καὶ μετ̣απεμψ̣ά̣[μενο]ι τοὺς
40ἐγκαλουμέν̣ους διʼ Ἀ̣ν̣τιφάνου φρουράρχου
ἐπισκέψωνται, ἵνʼ, ἐὰν ἦι οἷα π[ρο]φέρομαι, κρίνω-
σιν τοὺς μὲ̣ν̣ διασαφουμέν[ο]υ̣ς τῆς οἰκίας
πήχεις ἑπτ̣ὰ εἶναι ἐμούς, κα̣θότι καί
εἰσιν, πραχθ̣ῆ̣ναι δʼ ἐμοὶ αὐτ[ο]ὺς τοῦ ἀδι-
45κίου κατὰ τὸ διάγραμμα χα(λκοῦ) τάλ(αντα) ε. περὶ μὲν
γὰρ τῆς ὕβρεω̣ς καὶ πληγῶν καὶ ὧν συντε-
τελεσμένοι ε[ἰ]σὶν εἴς με μετὰ ταῦτα
λήμψομαι παρʼ αὐτῶν διʼ ἄλλης ἐντεύ-
ξεως τὸ δίκαι̣ον ὡς καθήκει. τούτου δὲ γενο-
50μένου ἔσομαι(*) βεβοηθημένος.
εὐτυχεῖτ̣ε̣.
——

Apparatus


^ Arp.6. corr. ex μισθοφο⟦ρω⟧
^ Arp.16. corr. ex
^ Arp.35. l. μου
^ Arp.50. corr. ex τευσ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.