DDbDP transcription: p.tor.choach.8b [xml]
126 BC Thebes
[Reprinted from: upz.2.170B] UPZ 2 170 B
[Reprinted from: p.paris.14] P.Paris 14
Brp
βασιλεῖ [Π]τ̣ολεμαίω̣ι [καὶ βασιλίσσηι Κλ]ε̣οπά-
τραι τῆι γυναικὶ θεοῖς [Εὐεργέταις χα]ίρειν
Ἀπολλώνιος ὃς καὶ Ψε[μμώνθης Ἑρ]μίου
τοῦ καὶ Πετενεφώτ[ου τῶν ἀπὸ Δ]ιὸς πόλεως
5τῆς Μεγάλης \τῆς Θηβ[αίδος]/ μισθοφ[όρων ἱππέων. ἀ]δικοῦμαι
ὑπὸ Ψενχώνσιος καὶ [Χονομπρέους] τῶν
Τεεφίβιος καὶ Ἁρατ[ρέους καὶ Πεχ]ύτου
τῶν Ὥρου καὶ Μεν̣[τεμῆτος, οὗ] τὸν πατέ-
ρα ἀγνοῶ, ἢ εἴ τινα [αὐτοῖς ἄλλα ὀ]νόματά
10ἐστι[ν, χο]αχυ̣[τ]ῶν κατοι[κούντω]ν̣ τὴν̣
αὐτήν μοι π[ό]λιν. [ὑ]παρχ[ούσης] γάρ [μοι]
προγον̣ικῆς ο[ἰ]κ̣ίας [ἐ]ν τῶ[ι ἀπὸ νό]του π[ρὸς]
λίβα μέρει τῆς σημα[ι]ν̣ομέν[ης Δ]ιὸς πόλε[ως]
πηχῶν δέκα ἕξ , ἀφʼ [ὧ]ν̣ ἐπ[ιβάλ]λ̣ουσί μοι
15πήχεις ἑπτὰ διὰ̣ [τὸ] ε̣ἶνα[ι τὸν] πατέρα μ[ου]
Πετενεφώτ[ην πρεσ]βύ[τερον] υἱόν, ἧς
ἐκυρίευσαν̣ ο̣[ἵ τε πρόγονοί μο]υ καὶ ὁ πα-
τήρ, ἐφʼ ὅσον πε̣[ριῆσαν χρόνον,] ἀναμφιλέ-
κτως, οἱ ἐγκαλού[μενοι ἐ]μβατεύσαντε[ς]
20εἰς τὴν σημαινο[μένη]ν οἰκ[ί]αν καὶ περι-
οικοδο̣μήσαντες [ἑαυτοῖ]ς οἰκητήρια
ἐνοικοῦσιν βιαίω[ς] ο̣ὐ̣θ̣ενὸς δικαίου
ἀντεχόμενοι. τοῦ δὲ μδ (ἔτους) Θωύθ
οἰκοδομούντων αὐτῶν διὰ πολυχει-
25ρίας ἄνευ οἰκοδόμω̣ν καὶ λόγους ποιησα-
μένου μου πρὸς αὐτούς, οὐθενὶ κόσμωι
χρησάμενοι, ἀφορήτωι δὲ ἀνο̣μίαι
ἐξενεχθέντες, ⟦ ̣ ̣⟧ ἐκπηδήσαντές μοι
καὶ μιάναντες, ὑβρίσαντές με πληγὰς
30ἔδωκαν. διὸ τὴν καταφυ̣γὴν
ἐφʼ ὑ[μᾶ]ς̣ ποιησ̣ά̣[μενος δέο]μ̣αι ὑμῶ[ν],
τῶν μεγίστων [θ]εῶν καὶ νικηφόρων,
εἰ ὑμ[ῖ]ν δοκεῖ, ἀναπ̣έμψαι μου τ̣ὴ̣ν
ἔντ̣ευξιν ἐπ[ὶ] τοὺς ἀπὸ τοῦ Πανο-
35πολίτου μέχρι Συ[ή]νης χρηματιστά[ς],
ὧν εἰσαγωγεὺς Ἀμμ̣ώνιος, ὅπως χρημα-
τίσαντες αὐτὴν ε̣ἰς κρίσιν καὶ μετα-
πεμψάμενοι τοὺς̣ [ἐ]γ̣καλουμένους
διʼ Ἀντιφάνου φρο[υρ]άρχου ἐπισκέψωνται,
40ἵνʼ, ἐάν ἦι οἷα προφέ[ρο]μαι, κρίνωσιν τοὺς
μὲν διασαφουμέ[νο]υς τῆς οἰκίας πή-
χεις ἑπτὰ εἶν[αι] ἐμούς, καθότι καί
εἰσιν, ⟦καὶ⟧ πραχθῆναι δʼ ἐμοὶ αὐτοὺς
τοῦ ἀδικίου̣ κατὰ̣ τὸ διάγραμμα
45χα[λκο]ῦ τάλ(αντα) ε. [πε]ρ̣ὶ̣ μὲν γὰρ τῆς ὕβρεως
κα[ὶ π]ληγῶν καὶ [ὧ]ν συντετελεσμένοι
εἰσὶν εἴς με μετὰ ταῦτα λήμψομαι
παρʼ αὐτῶν διʼ ἄλλης ἐντεύξεως
——
τὸ δίκαιον ὡς καθ̣ήκει. τούτου δὲ γ̣ε̣ν̣[ο-]
50μένου̣ [ἔ]σομαι βεβοηθημένος.
——
εὐτυχεῖτε.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.