Papyri.info

sign in

p.zen.pestm.49 = HGV P.Zen. Pestm. 49 = Trismegistos 1880 = sb.3.6800



DDbDP transcription: p.zen.pestm.49 [xml]

244 BC Philadelphia
[Reprinted from: sb.3.6800] SB3,6800

r
Εὐκλῆς Ἀπολλωνίωι χαίρειν. ἀπέσταλκά σοι τὰς
ἐπιστολὰς τὰς γραφείσας πρός τε Ὀρσικλείδαν
τὸν ἀρχισιτολόγον περὶ τῆς σιτομετρίας ἧς δεῖ
χρηματίσαι αὐτὸν κατὰ τὴν παρʼ Ἑρμαφίλου
5⟦γραφεῖ⟧ \πεμφθεῖ/σαν αὐτῶι ἐπιστολήν. ἔ̣[πε]ι̣[τα] δὲ καὶ τὰς
πρὸς Χρύσιππον, τήν τε περὶ τοῦ ταλάντου
ὅπως περιέληι ἐκ τοῦ προστάγματος τοῦ γραφέντος
Πύθωνι \καὶ διορθώσηται/, σύμβολον δὲ πόησαι(*) \ἀντὶ τοῦ πρὸς ἐμὲ/ ⟦μὴ πρὸς ἐμὲ ἀλλὰ⟧ πρὸς
τοὺς ἀναιρουμένους ἀποχῆς καὶ τὴν περὶ τῆς
10σιτομετρίας ἵνα μνησθῆι τῶι Ὀρσικλείδαι.
ἐπιμελῶς οὖν ἀποδοὺς αὐτοῖς σπούδασον
ἀγαγεῖν εἰς οἰκονομίαν περὶ ὧν γεγράφαμεν καὶ περὶ μὲν
Ὀρσικλείδου λαβεῖν ἐπιστολὴν πρὸς Νίκωνα καὶ παρὰ
Νίκωνος πρὸς Ἡρακλείδην καὶ πρὸς ἡμᾶς συντόμως
15πέμψαι, Χρυσίππωι δὲ μνησθῆναι ὅπως συντάξηι
Πύθωνι ἐπιστεῖλαι Σκύμνωι χρηματίζειν ἵνα μὴ
ἐν ἐπιστάσει ἦι τὰ ἔργα. πρὸς δὲ ταῦτα παράλαβε
καὶ Λυκόφρονα. ἐντετάλμεθα δὲ καὶ Προίτωι
συνλαβεῖν τινα τῶν ὀφειλόντων καὶ τὰ ὑπάρχοντα
20ἐνεχυράσαι. παραλαβὼν οὖν Κτησικλῆν καὶ τῶν
παρὰ Λυκόφρονος μαχίμων τινὰ συνδίελθε αὐτῶι
καὶ ὃν ἄν σοι παραδείξηι, παράδος αὐτοῖς καὶ τὰ
ὑπάρχοντα παράθου Λυκόφρονι. γράψον δὲ καὶ
πρὸς ἡμᾶς, ὡς ἂν οἰκονομήσηις(*).
25ἔρρωσο (ἔτους) δ Φαμενὼθ ι.
24aκαὶ περὶ τῶν ιθ (τετρωβόλου) δὲ
ὧν γράφεις δεῖν με κομίσασθαι ⟦ἐκ παρὰ Παθιώφιος τοῦ ἐξειλη⟧-
⟦φότος⟧ ἀπὸ τοῦ γενήματος τοῦ βαλανείου τῆς διὰ Παθιώφιος
μισθώσεως, ἐπίστειλόν μοι πόθεν κομίσωμαι· τὸ μὲν γὰρ
v
διεγγύημα διὰ τῶν λόγων ἀνενήνοχας.
30(hand 2) Ἀπολλωνίωι
Εὐκλέους.

Apparatus


^ r.8. l. ποίησαι
^ r.24. l. οἰκονομήσῃς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.