DDbDP transcription: psi.12.1261 [xml]
AD 212-217 Oxyrhynchus
r
Αὐρήλ(ιος) Ἀπολλώνιος Αὐρηλ(ίῳ) Διογένει
τῶι τιμιωτάτωι χαίρειν.
μεγάλως καὶ πολλαχῶς ἥσθημεν τοῦ Γορ-
γίου πρὸς ἡμᾶς παραγενομένο̣υ καὶ δηλώσαν-
5τος ἡμῖν ὅτι τε ἔρρωσαι καὶ κατὰ τὰς εὐχὰς
ἡμῶν εὐχρώμως καὶ εὐδόξως ὡς
ἔπρεπέν σοι ἀπήλλαξας. τοῖς μὲν οὖν
θεοῖς καὶ τῇ τοῦ κυρίου ἡμῶν καὶ ἀητ’τήτου
Σεουήρου Ἀντωνίνου τύχῃ τῇ σωσάσῃ σε πλεί-
10στη χάρις, ἧσπερ καὶ ἡμεῖς οἱ ποθοῦντές σε
ἀπολαῦσαι εὐχόμεθα τοῖς ὀφθαλμοῖς καὶ
οὐκέτι τοῖς γράμμασιν, ἤδη ποτὲ ἐν τῇ ἰ(*)δίᾳ
ἐρρωμένον σε θεασάμενοι. ἐν τῷ τοῦ Ἀπολ-
λωνιανοῦ, καθὼς ἐπέστειλέν σοι ἡ ἀγαθὴ Ἡ-
15ρωδίαινα, εἴ τι ἔχεις ἢ οἶδας ἢ συμβουλεῦσαι δύ-
νασαι, ταῦτα προθύμως καὶ εἰς ἐμὴν τιμὴν
ποιήσεις. καὶ γὰρ ὁ ἀνὴρ ἄξιος ̣ ̣ ̣ ̣[ ̣] τῆς σῆς
ἀγαθῆς προαιρέσεως καὶ τῆς πρὸς πάντας
σπουδῆς. οὐδὲν [οὖν] ἀλλότριον πράξειας.
20ἡ μήτηρ̣ μου καὶ ὁ ἀδελφὸς πολλά σε προσα-
γορεύουσιν, ὃν καὶ ποθοῦσιν ἰ(*)δεῖν. (hand 2) ἐρρῶσθαί
σε εὔχομαι διὰ βίου εὐτυχοῦντα καὶ εὐ-
δοξοῦντα. v
Αὐρηλ(ίῳ) Διογένει ☧ π(αρʼ) Αὐρηλ(ίου) Ἀπολλ[ωνίου]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.