Papyri.info

sign in

psi.13.1341 = HGV PSI 13 1341 = Trismegistos 35066 = sb.5.8951



DDbDP transcription: psi.13.1341 [xml]

V spc Antinoopolis
[Reprinted from: sb.5.8951] SB5,8951

[ὑπατείας τῶν δεσποτῶν ἡμῶν ⁦ -ca.?- ⁩ τῶν αἰ]ωνίων Αὐ[γούσ]των Φαῶφι κα
[Αὐρήλιος Συρίων Πληνίου καὶ Αὐρήλιος Βη]σᾶς Ἀμμωνίο[υ μ]ητρὸς Ἡρακλοῦτος ἀμφότερ[οι] ἀπὸ Ἀντινόου πόλεως
[ἀλλήλοις χαίρειν. - ca.20 -]  ̣ας καὶ τὴν ἰδίαν [ἰσ]χὺν ἐχούσης καὶ ἀσαλεύτου μενο̣ύ̣σ̣η̣[ς] διὰ παντὸς
[- ca.35 -]  ̣  ̣  ̣ης πρ  ̣[  ̣]  ̣[  ̣  ̣ ἐγγ]ρ̣άφου διαιρέσεως̣ ὁμολογοῦμεν [ἑκ]ουσίᾳ γνώμῃ
5[- ca.30 -] βεβαίᾳ π[ρο]α̣ιρέσει ἀντικατηλλάχθαι ἀλλήλοις ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅ[π]αντ[α] χρόνον
[ἐγὼ Συρίων σοὶ τῷ πρ]ο̣[ειρημένῳ Βησᾷ τὴν] ὑπ̣[ά]ρ̣[χ]ο̣[υσά]ν μοι γῆν ἀρουρῶν ὅσων ἐστὶν ἐκ νότου τῆς λιβικῆς μου μοίρας ἐκ
[- ca.11 -]  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣κ̣αλ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣[  ̣]  ̣  ̣  ̣  ̣π̣ερὶ Βω̣ν̣[ου]ς κώμης Κλεοπάτρας τοῦ Ἑρμουπολίτου ν[ο]μ̣οῦ ἧς γείτονες νότου τὸ δημό-
[σιον χῶμ]α βορρᾶ [ἐμ]οῦ Συρί[ωνος] ἀπηλιώτου Βησᾶ̣ [λ]ιβὸς τὸ αὐτὸ χῶμα, ἐγὼ δὲ Βησᾶς σοὶ τῷ προειρη̣μένῳ Συρίω[νι] τὴν ὑπάρχου-
[σάν μοι   ̣  ̣]ν̣γ̣ηντα[  ̣  ̣]ησ̣  ̣  ̣ς κ̣α̣τὰ κεφαλὴν ἐκ βορρᾶ τοῦ ἡμετέρου γεωργίου ἀρουρῶν ὅσων ἐστὶν περὶ Βωνους [τῆ]ς αὐτῆς κώμης
10[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] ἀκολούθ̣ω̣ς τῇ γεγενημένῃ μετρήσει τούτων ὑπὸ Παμούνιος διακόνου ἀπὸ κώμης Κλ̣[εο]πάτρας καὶ τ[οῖ]ς πηχθεῖσιν
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] τοῦ αὐτοῦ Παμούνιος ἧς καὶ ταύτης γείτονες νότου ἐμοῦ Βησᾶ βορρᾶ καὶ ἀπηλιώτου καὶ λιβὸς σοῦ Συρίωνος ἢ οἷοι ἐὰν
[ὦσι γείτονε]ς πάντῃ̣ [π]άντοθεν εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ παντελὲς ἕκαστον ἡμῶν κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν τῆς ἀντικαταλ-
[λαχθείσης α]ὐτῷ γῆς ὑ[π]ὸ θατέρου καὶ τοὺς παρʼ αὐτοῦ μεταπα[ρα]λ̣ημψομένους δεσπόζοντας χρωμένους καὶ διοικοῦντας καὶ οἰκονομοῦν-
[τας καὶ ἐπιτε]λοῦντας π[ε]ρὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶ[ν]ται τρόπον ἀνεμποδίστως, βεβαιούντων ἡμῶν ἀλ̣[λ]ήλοις καὶ τῶν παρʼ ἡμῶν πάσηι
15[βεβαιώσ]ει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομέν̣ο̣υ̣ ἢ̣ ἀντιποιησομένου, ἐπὶ τῶι δὲ ἕκαστον ἡμῶν [τ]ε̣[λ]έσαι ὑπὲρ τῆς ἰδίας γῆς διὰ
παν̣τ̣ὸ[ς] καθὼς καὶ πρότερον ἐγέν(ετο). ἐφʼ οἷς τούτοις ὀμνύ[ομε]ν τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν τύχην τῶν τὰ πάντα νικώντων
δεσποτῶν ἡμῶν αἰωνίων βασιλέων ταῦθʼ οὕτ[ως ἔ]χ̣ειν καὶ μὴ παραβῆναι τὰ ἐγγεγραμμένα ἢ τὸν παραβῆναι θ[ελ]ήσοντα ἐπιγνῶναι
τῷ ἄλλῳ οὐ προστίμου χάριν ἀλλʼ ἐξ ἐπερωτήσεως καὶ συμφώνου χρυσίου οὐγκίας δύο πρὸς τὸ βεβαίαν καὶ ἰσχυρὰν ἡμῖν εἶναι διὰ παντὸς
ταύτην τὴν ἀντικαταλλαγὴν ἥνπερ δισσὴν ὁμό̣τυπον γραφεῖσαν ἐθέμεθα πρὸς ἑαυτοὺς πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν πανταχο̣[ῦ] ἐ̣πιφερο-
20μένην καὶ ἐπερ(ωτηθέντες) οὕτως ἔχειν ὡμολ(ογήσαμεν). (hand 2) Αὐρήλιος Σ[υρ]ίων Πληνίο̣υ̣ ὁ προκείμενος ἐθέμην τὴν ἀντικαταλλακὴν(*) καὶ ὤμασα(*) τὸν θῖον(*) ὅρκον καὶ εὐδοκῶ
πᾶσι ὡς̣ πρόκειται. (hand 3) Αὐρήλιος Βησᾶς Ἀμμωνείου ὁ προκείμενος ἐθέμην τὴ[ν ἀν]τ̣ικαταλλακὴν(*) καὶ ὤμασα(*) τὸν θῖον(*) ὅρκον εὐδοκῶν
πᾶσι ὡς πρόκειται. Αὐρήλιος Νικᾶς Ἀμμωνείου ἔγρα̣ψ̣α̣ ὑ̣πὲρ τοῦ ἀδελφοῦ μ[ου γράμμ]ατα μὴ εἰδότως(*). (hand 4) Αὐρήλιος Ὀλ[ύ]μπιος Θεοδώρου
ἀπὸ Ἀντ[ιν]όου μαρτυρῶ. (hand 5) Αὐρήλιος Ἰσὰκ Ἰσιδώρου βουλευτὴς Ἀντινοέων μαρτυρῶ. (hand 6) Αὐρήλι[οσ]  ̣  ̣[  ̣  ̣  ̣]  ̣αδ̣η̣ς Ἀντινόου βουλ(ευτὴς) μαρτυρῶ.

Apparatus


^ 20. l. ἀντικαταλλαγὴν
^ 20. l. ὤμοσα
^ 20. l. θεῖον
^ 21. l. [ἀν]τικαταλλαγὴν
^ 21. l. ὤμοσα
^ 21. l. θεῖον
^ 22. l. εἰδότος

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.