Papyri.info

sign in

psi.15.1531 = HGV PSI 15 1531 = Trismegistos 41814 = sb.12.11047



DDbDP transcription: psi.15.1531 [xml]

AD 195? Tebtynis
[Reprinted from: sb.12.11047] SB 12 11047

Πάτρωνι ἐξηγ(ητεύσαντι) υἱῷ Γεμείνω(*) γ[εγ]υ̣μ̣(νασιαρχηκότος) τῆς Ἀρσι(νοιτῶν) π[όλ(εως)]
καὶ Ἡρακλείῳ τῷ καὶ Φιλαντινόῳ τῶν ἱερονι-
κῶν καὶ ἀτελῶν καὶ Πολίττᾳ ἀδελφῇ διὰ τοῦ
πρὸς πατρὸς θείου Μουνατίου τοῦ καὶ Σαραπάμωνος
5Ἀντινοέων
παρὰ Παπόντωτος Ὀρσέως καὶ Ἡρώδου υἱοῦ
τῶν δύο ἀπὸ κώμης Κερκεσούχων Ὄρους Πολ(έμωνος)
μερίδος. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν
ἐξ ἀ̣λληλε̣γ̣γύης τὰς ὑπαρχούσας ὑμεῖν(*) περὶ τὴν
10προκειμένην κώμην Κερκεσοῦχα κλήρου κατοικ(ικοῦ)
ἀρούρας δεκατέσσαρας ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾷ σφρ(αγῖδι)
ἐν τῷ λεγ̣[ομ(ένῳ)] Τ̣είμωνος(*) εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἰσιόντο(ς)(*)
τετάρτου ἔτους, τὸ μὲν πρῶτον καὶ τρίτον καὶ
πέμπτον ἔτος εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τ̣ὴ̣ν̣
15τριετίαν κατʼ ἔτος σὺν αἷς λη(μψόμεθα) σπερ(μάτων) ἀρτάβαις δέκα
τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν
τριάκοντα ἓ̣ξ
, τῷ δὲ δευτέρῳ καὶ τετάρτῳ καὶ
ἕκτῳ ἔτει εἰς σπορὰν χόρτου καταβρώματος
προβάτων, φόρου ἐπὶ τὴν τριετίαν κατʼ ἔτος
20ἀσ[πε]ρ̣μὶ ἀργυρίου δραχμῶν διακοσίων ἑξή̣κ̣(οντα)
καὶ θαλλῶν κατʼ ἔτος ἕκαστον ἄρ̣τ̣ο̣υ̣ ἀ̣ρ̣τ̣ά̣β̣η̣ν̣
μίαν ἥμισυ κ[αὶ ζύ]μ̣ης ἠρτυμένης ἀρτά-
βην μίαν καὶ τ[υρῶ]ν̣ βοικῶν ἑκατὸν πάν-
των ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτε-
25λέσομεν τ[ὰ κατʼ] ἔ̣τος τῶν ἀρουρῶν ἔργα πάντ̣α̣
ὅσα καθήκι(*) ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος
μηδὲν ποιοῦντες, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος
μηνὶ Παυνὶ ἐφʼ ἅλῳ τῆς κώμης ἑκάστῳ κα-
τὰ τὸ ἐπιβάλλον αὐτῷ μέρος νέα καθαρὰ ἄδο-
30λα μέτρῳ τετραχοινίκῳ τῷ συνήθη(*) δ  ̣  ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]τω  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1. l. Γεμείνου
^ 9. l. ὑμῖν
^ 12. l. Τίμωνος
^ 12. l. εἰσιόντο(ς)
^ 26. l. καθήκει
^ 30. l. συνήθει

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.