Papyri.info

sign in

psi.3.238 = HGV PSI 3 238 = Trismegistos 37076



DDbDP transcription: psi.3.238 [xml]

VI-VII spc ?

Ἰούστῳ καὶ [⁦ -ca.?- ⁩]
ἐᾶσαι αὐτόν· ἐπεὶ [⁦ -ca.?- ⁩] τῷ θεῷ,
οὐδὲ πάρεστιν διαφορὰς μετὰ τοῦ θείου οἴκου καὶ τοῦ οἴκου τῆς πανευφήμου
Πατρικίας ἀπὸ σοῦ καταλαβεῖν, καὶ πιστεύω εἰς τὸν δεσπότην θεὸν ὅτι πάντα
5τὰ θεραπεύοντα τὴν αὐτοῦ παίδευσιν προθύμως ἔχω πρᾶξαι. παρακαλῶ οὖν
ὑμᾶς πάντας τοὺς φίλους παρʼ ἐμοῦ προσκυνῆσαι καὶ Traces ca. 16 characters
Ἰερημίαν καὶ τὸν κύριον Ἰοῦστον τὸν χρυσουποδέκτην καὶ ποιήσατε τὸν
περίβλ(επτον) κόμετα Μηνᾶν μαθεῖν ὅτι κατὰ τὴν κέλευσιν αὐτοῦ δέδωκα τὰ τρία
ὁλοκόττινα εὔσταθμα Ζηνοβίῳ τῷ βελοποιῷ καὶ ἔσχον τὸ πιττάκιον
10παρʼ αὐτοῦ καὶ τὸ ἀντισήκωμα τῶν αὐτῶν νομισμάτων. ὁ θεὸς ἁπάντων
δεσπότης ἀξιώσῃ με προσκυνῆσαι ὑμᾶς αὐτοψεὶ ἀπὸ μικρῶν ἕως μεγάλων
  ̣  ̣  ̣  ̣ καὶ μόνον Σερῆνον τὸν καθοσιωμένον(*) μειζότερον σπουδαίως ἔπεμψα·
παρακαλῶ δὲ ὑμᾶς ἀπὸ μικρῶν   ̣  ̣  ̣  ̣ ἕως καταλάβῃ τὴν ἀντι  ̣  ̣  ̣  ̣
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 12. l. καθωσιωμένον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.