Papyri.info

sign in

psi.4.380 = HGV PSI 4 380 = Trismegistos 2064



DDbDP transcription: psi.4.380 [xml]

249/248 BC Philadelphia

r
Ἑρμίας Ζήνωνι χαίρειν. γίνωσκε Μηνό̣δ[ωρο]ν   ̣  ̣  ̣  ̣κότα καὶ τὰς
ἐντολὰς τὰς παρά σου ἀπολωλεκότα ἐν Τάσκρυ τοῦ Μεμφίτου νομο̣ῦ̣. ἕως
μὲν οὖν προσδόκιμος ἦν, προεδρίας ἐτυγχάνομεν, φόβου ὑποκειμένου ὅτι οἴσει τι
βέβαιον παρά σου· ὡς δὲ παρεγενήθη καὶ ἤσθοντο(*) ὅτι οὐθὲν ἥκει ἔχων, ἐπέθετο
5ἡμῖν ὁ λαὸς καὶ τὰς χεῖρας ἐπενηνόχασιν τοῖς ποιμ[έ]σιν, οὐκ ἐῶντες νέμειν ἐν
τῆι καλάμηι, ὅθεν ἦσαν ἠρμέναι αἱ θῆκαι πρὸ διμήνου ἤδη, λέγοντες ὡς ὅτι
προυργιαίτερον τὰς ἡμετέρας νέμειν βοῦς ἐν τῆι καλάμηι ἢ τὰς αἶγας. σὺ
οὖν καλῶς ποιήσεις ἐπιστροφὴν περὶ τούτων ποιησάμενος, καὶ περὶ τ[ο]ῦ̣ αἰπό-
λου φρόντισον ὅπως ἂν ἐτασθῆ<ι>(*) ἐπὶ τοῦ οἰκονόμου καὶ τῶν στρατηγῶν. εἰσὶν
10γὰρ οἱ ἐγδεδυμένοι τῶν πρεσβυτῶν. τῶν δὲ φυ[λ]ακιτῶν λεγόντων πρὸς
τὸν πρεσβύτην ὅτι ἐστὶν οὗτος ὁ ἐγδύσας, τ̣ο̣[ῦ] πρ[εσ]βύτου ἐλθόντος
εἰς τὸ δεσμωτήριον καὶ ἰδόντος τὸν νεανίσκον [ἔ]φ̣[α]τ̣ο̣ μηδʼ ἑωρακέναι αὐ-
τόν. μὴ ὑπολάβης(*) δὲ ἡμᾶς σπουδάζειν περὶ τοῦ σώματος ἀλλʼ ὅπως ἂν μὴ
τὸ αὐτὸ ἡμῖν γείνηται μάτην. καλῶς δʼ ἂν ποιήσαις ἐν τάχει αὐτὸν ἀποσ-
15τείλας· ἐγὼ γὰρ ἐνοχλοῦμαι τὰς πληγὰς εἰληφώς.
ἔρρωσο. μηνὸς Φαρμοῦθι κζ.
v
(ἔτους) λζ, ⟦Φ⟧ Παχὼνς δ.
Ἑρμίας ἐπιστολῶν Μηνοδώρου.
Ζήνωνι.

Apparatus


^ r.4. l. ἤ<ι>σθοντο
^ r.9. BL 1.397 : ὅπως ἀνετασθῆ<ι> prev. ed.
^ r.13. l. ὑπολάβη<ι>ς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.