DDbDP transcription: psi.5.500 [xml]
257/256 BC Philadelphia
r
Μάρων Ζήνωνι χαίρειν. εἲ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν,
εἴη ἂν ὡς ἐγὼ θέλω· ὑγίαινον δὲ καὶ αὐτός. γράφει μοι Ἀπολλώνιος ἐν τῶι ὑπομνήματι
τὴν οἰκοδομίαν εἶναι πρὸς Διόδωρον, τὰ δὲ κατὰ τὴν γῆν πρὸς τοὺς περὶ Δᾶμιν. ἡ μὲν οὖν
οἰκοδομία οὔπω συντελεῖται, ἀλλὰ ἡ τοῦ σίτου εἰσαγωγὴ καὶ ξυλοκοπία καὶ σησαμεῖαι
5καὶ ἐμπυρισμὸ\ς/(*) καὶ κίκιος φυτεία. ταῦτα δὲ πάντα ἀνηλίσκεται(*) διὰ Δάμιδος καὶ Ἐτεάρχου
καὶ Σωστράτου τοῦ ἀδελφοῦ αὐτῶν, καὶ σφραγίζονται(*) τὸ καθʼ ἡμέραν ἀνήλωμα·
Διόδωρος δὲ \ἐνκόμματα ποιεῖ τοῦ μὴ συντελεῖσθαι τὰ ἔργα/ ⟦δε παρεχει περισσον του αντιλεγειν καθ εκαστην ημεραν⟧ οὐθὲν δὲ ἧσσον
καὶ τὸ ἀνήλωμα ἀπογράφεται τὸ καθʼ ἡμέραν. τὰ δὲ λοιπὰ τὰ ἐνταῦθα ἀπαγγελεῖ σοι
Ἰάσων καὶ αὐτὸς Πανακέστωρ, ὡς ἂν ὑγιαίνων παραγένηι.
10ἔρρωσο. (ἔτους) κθ, Παχὼνς ιδ. v
Μάρων. περὶ Διοδώρου τῆς οἰκοδομίας
καὶ Δαμίν(*) περὶ τῆς γῆς.
(ἔτους) κθ, Δαισίου ιδ, ἐν Ἀλεξ(*).
Ζήνωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.