Papyri.info

sign in

psi.5.531 = HGV PSI 5 531 = Trismegistos 2153



DDbDP transcription: psi.5.531 [xml]

III sac Philadelphia

Ζήνωνι χαίρειν οἱ ἱερεῖς Ἀστάρτ[ης τῆς τῶν ἐν Μέ]μ̣φ̣ει Φοινικαιγυπτίων. εὐχόμεθά σοι
παρὰ τῆι Ἀστάρτηι δοῦναι σοι ἐπ̣[αφροδισίαν πρὸ]ς̣ τ̣ὸν βασιλέα. Ἡρόστρατος ἀπέστειλεν
πρός σε τὸν ἐπιστολαγράφον περὶ τοῦ̣ [- ca.9 - Ἀσ]τάρτης τοῦ δόντος σοι τὴν ἔν[τε]υξιν
ἐν τῶι Σαραπιείωι, ἀξιῶν σε ἐπιμελ[ηθῆναι πε]ρὶ τῆς ἐντεύξεως. εἰ οὖν σοι δ[οκε]ῖ̣,
5διδόσθω ἡμῖν ἔλαιον καὶ κῖκι {τιμῆς}   ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]τηι ὃν τρόπον δίδοται \τιμῆς/ ἔλαιον καὶ κῖκι
εἰς τὰ ἱερὰ τῶν Καρῶν καὶ Ἑλληνομεμ̣φιτῶν τὰ ἐμ(*) Μέμφει. δίδοται γὰρ ἔλαιον καὶ κῖκι
εἰς τὰ ἱερὰ τῶν Καρῶν καὶ Ἑλληνομ[εμ]φ̣[ιτῶ]ν̣ τ̣ι̣μῆς τὸν χαλμαιαν τοῦ ἐλαίου (δραχμῶν) β (τριωβόλου),
καὶ τοῦ κίκιος (δραχμῆς) α (ὀβολῶν) δ 𐅵. τὸ δὲ ἱερὸν τῆς Ἀστάρτης ἐστὶν ὅμοιον τῶν ἱερῶν τῶν Καρῶν
καὶ Ἑλληνομεμφιτῶν· ὡς δὲ αὐτοῖς γίνεται, γενέσθω τῶι ἱερῶι ἡμῶν.
10ε[ὐτύχ]ει.

Apparatus


^ 6. l. ἐν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.