Papyri.info

sign in

psi.6.577 = HGV PSI 6 577 = Trismegistos 2189



DDbDP transcription: psi.6.577 [xml]

248/247 BC Philadelphia

r
Διονύσιος Ζήνωνι χαίρειν. καλῶς ποιει(*), εἰ ἔρρωσαι καὶ τὰ λοιπά σ[οι κατὰ γνώμην ἐστίν·(?)]
ἔρρωμαι δὲ καὶ αὐτός. ἔγραψά σοι ἐπιστολήν, ἣν Τιμα[⁦ -ca.?- ⁩],
περὶ τῶν ρ (ἀρταβῶν) τῶν πυ(ρῶν) ὧν ἔγραψας Ἰάσονι δοῦναί μοι εἰς σπ[έρμα. γίνωσκε οὖν]
ὅτι οὐ δίδωσιν Ἰάσων, φάμ̣ενος μὴ ὑπάρχειν ὅθεν δῶι. σὺ δ[ὲ καλῶς ποιήσεις γρά-]
5ψας ὅθεν δυνατόν ἐστιν λαβεῖν. Ἰάσονι δὲ ἔγραψας ἐν ἧι πυρ[⁦ -ca.?- ⁩ ἐπιστο-]
λῆι· ὁ δὲ ἀναγνοὺς τὴν ἐπιστολὴν οὐδʼ ὣς ἔφη δώσειν ὅ[τι οὐκ ἐπίσταται ὅθεν]
δῶι. ἐγὼ μὲν οὖν τὰ κατʼ ἐμαυτὸν πεποίηκα τήν τε γῆν ἐ[κάθαρα ὑπάρχουσαν(?)]
ὕλης μεστὴν καὶ περιχώσας ἐπότισα· ἦν γὰρ [ε]ἰ[ς] ρκ (ἄρουρας) [ἀβρόχου· τῶν δὲ λοιπῶν(?)]
οὐθὲν ἐποίουν. τὰ δὲ σπέρματά μοι οὐθ̣εὶς δίδ[ωσι - ca.20 -]
10καὶ νῦν ἀντιλαβόμενος τοῦ μὴ ἄσχ̣[ημο]ν γεν̣έ[σθαι ⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣]ειν τὸ σπέρμα· εὐ̣θ̣ὺ̣ [γ]ά̣ρ σοι ἀ̣[  ̣  ̣  ̣  ̣]ε̣ι̣λα̣μη[⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣]ν, νυνὶ δὲ καὶ ἐκ τοῦ̣ ὑπάρχοντ̣[ός] μ̣οι σπέρ[ματος ἔσπειρα ?, καὶ ἐποι-]
[ησάμη]ν κάθαρσιν καὶ περίχωσιν τῶν ρκ (ἀρουρῶν) κριθῶ̣[ν(?) ⁦ -ca.?- ⁩ σύνταξον οὖν]
[ἐ]ν τ̣άχει μοι δοθῆναι τὸ σπέρμα· εἰ δὲ μή, οὐ παρ̣[έσται μοι ἐπὶ καιροῦ κατα(?)-]
15[σπα]ρῆναι τὴν γῆν. ἔγραψας δὲ καὶ βοῦς δοῦναί μοι [⁦ -ca.?- ⁩ ὅσας σε ἐν ἐπιστολῆι]
[ἤιτ]η̣κα (?)(*). ἀγαπητὸν οὖν ἐγένετο Ἰάσονι προφασί[ζεσθαι, καὶ ἔφασκεν ὅτι οὐχ ὑ-]
[πάρχο]υσί σοι βόες θήλειαι χρήσιμαι ἔξω ἓν ζεῦ[γος ⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣]των ἐργάζεσθαι, ταυρικὰ δὲ υ̣[⁦ -ca.?- ⁩ καλῶς οὖν]
[ποιή]σ̣εις γράψας δοῦναί(*) μοι ζεύ[γη ⁦ -ca.?- ⁩]
20[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] δ, ὥστʼ εἶναι ζεύγη ε  ̣  ̣  ̣  ̣[  ̣]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣ ἐκρ]ή̣γματος γενομένου ἐν τῆι μεγάληι δι[ώρυγι ⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣] ἔ̣σχατον δοθῆναι διὰ τὸ πάντας ἐκεῖ ἐγβο[ᾶν (?)⁦ -ca.?- ⁩]
[  ̣  ̣ το]ὺς λαούς. συν(*) οὖν φρόντισον τοῦ ἐν τάχει μ[οι ⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣ ἵ]να μὴ καταγελασθῶ ὑπὸ τῶν ἀντ̣ικ[⁦ -ca.?- ⁩]
25[  ̣  ̣  ̣  ̣]σ̣ι Ἰάσονα διὰ τὸ ἐμέ σοι βοῦς   ̣  ̣[  ̣  ̣]α̣ι̣[⁦ -ca.?- ⁩ φα(?)-]
νερόν, ἐάν μου ἀντιλαμβάνητ̣[αι ⁦ -ca.?- ⁩]
ἔρρωσ[ο. ⁦ -ca.?- ⁩]
v
(ἔτους) λη, Φαῶφι.
Διονυσίου
30γε[ωρ]γοῦ.

Apparatus


^ r.1. l. ποιεῖ<ς>
^ r.16. l. ᾔτηκα
^ r.19. corr. ex δουναυ
^ r.23. l. σὺ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.