DDbDP transcription: psi.9.1025 [xml]
104 BC Hermonthis
A
(ἔτους) ιγ τοῦ καὶ ι, Μεσο(ρὴ) κγ
ἀπέδο(το) Πικῶς Ψεμμί(νιος)
Τοτοῆι Ζμανρέους
ἀπὸ γῆς σιτο(φόρου) καλου(μένου)
5Πτεμεν Ακοακ
ἀπὸ τοῦ (ἕκτου) μέ(ρους) τὸ (δίμοιρον)
χ(αλκοῦ) ν̣ο̣(μίσματος) (δραχμῶν) Δ
Ἑρμόδω(ρος) κεχρη(μάτικα). B
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου τοῦ υἱοῦ τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεῶν φιλομητόρων ἔτους τρεισκαιδεκάτου τοῦ καὶ δεκάτου, ἐφʼ ἱερέως τοῦ ὄντος
10ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν ἐπιφανῶν καὶ θεοῦ εὐπάτορος
καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ νέου φιλοπάτορος καὶ θεοῦ εὐεργέτου καὶ θεῶν φιλομητόρων ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν ἀθλοφόρου Βερενίκης εὐεργέ-
τιδος κανηφόρου Ἀρσινόης φιλαδέλφου ἱερείας Ἀρσινόης φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν
καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Μεσορὴ τριτη(*) καὶ εἰκάδι, ἐν Ἑρμώνθει τοῦ Παθυρίτου τῆς Θηβαίδος ἐφʼ Ἑρμοδώρου ἀγορανόμου.
——
ὠνή. ἀπέδοτο Πικῶς Ψεμμίνιος τῶν ἐκ τῶν Μεμνονείων παστοφόρων ὡς (ἐτῶν) λ μέσος μελίχρως κλαστὸς μακροπρ(όσωπος) εὐθύριν οὐλαὶ προσώπω(*) πλείους
15ἀπὸ γῆς σιτοφόρου ἐν τῶι περὶ τὰ Μεμνόνεια πεδίωι καλουμενης(*) Πμεν Ακοακ τὸ ἐπιβάλλον αὐτῶι ἀδιαίρετον μέρος τοῦ ἕκτου μέρους τὸ δίμοιρον· γείτο-
νες τῆς ὅλης γῆς νότου λίμνη καλουμενης(*) Πμεν Ἀνούβιος, βορρᾶ λίμνη καλουμενηι(*) Πμεν Ακοακ, ἀπηλιώτου Τσατφε, λιβὸς γῆ Ψεννήσιος τοῦ Φα-
γώνιος νεωτέρου, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Τοτοῆς Ζμανρέους τῶν αὐτῶν παστοφόρων ὡς (ἐτῶν) λε μέσος μελίχρ(ως) στρογγυλοπρ(όσωπος) εὐθύριν οὐλὴ
καρπῶ(*) δεξ(ιῶι) χαλκοῦ νομίσματος δραχμῶν τετρακισχιλίων . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν Πικῶς ὁ ἀποδόμενος, ὃν ἐδέξατο
Τοτοῆς ὁ πριάμενος. Ἑρμόδωρος κεχρη(μάτικα).
——
20C
20ἔτους ιγ τοῦ καὶ ι, Μεσορὴ κϛ. τέ(τακται) ἐπὶ τὴν ἐν Ἑρ(μώνθει) τρά(πεζαν)
ἐφʼ ἧς Διονύ(σιος) (δεκάτην) ἐγκυ(κλίου) κατὰ διαγρα(φὴν) Ψενχώ(νσιος) τελ(ώνου) ὑφʼ ἣν
ὑπογρά(φει) Ἡρα(κλείδης) ὁ ἀντιγρα(φεὺς) τέλ(ος) ὠνῆς Τοτοῆς
Ζμανρέους ἀπὸ γῆς σιτο(φόρου) ἐν τοῖς περὶ τὰ Μεμ(νόνεια)
πεδι(*) ἐν γῆι καλουμένηι Πμεν Ακακ
25τοῦ ἕκτου μέρους τὸ (δίμοιρον) ἣν ἐωνή(σατο) παρὰ
Πικῶτος τοῦ Ψεμμίνιος χα(λκοῦ) (δραχμῶν(?)) Δ τέλ(ος) υ̣.
——
Δι(ονύσιος) τρα(πεζίτης).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.