Papyri.info

sign in

psi.9.1039 = HGV PSI 9 1039 = Trismegistos 17468



DDbDP transcription: psi.9.1039 [xml]

III spc Oxyrhynchus

Αὐρηλίῳ Ὀσοράπι ἀρχιπροφή-
τῃ καὶ πρωτοστολιστῇ τῶν ἐν
Ὀξ(υρύγχων) πόλ(ει) πρωτολιγίμων̣(*) καὶ λογί(μων) ἱερῶν̣
παρὰ Αὐρηλίου Πετοσείριος, ἀπὸ κώμης
5Τή[ε]ως, ἱεροψάλτου Ἄμμωνος καὶ Κρό-
νου καὶ Ἥρας καὶ Ἡρακλέως καὶ Σαρά-
πιδος καὶ τῶν συννάων θεῶν μεγ̣ί̣σ-
[τ]ων ἱεροῦ λογίμου τοῦ ὄντος ἐν τῇ
αὐτῇ κώμῃ καλουμένου Ιμβιενω-
10φρεως, υἱοῦ Ὥρου μητ(ρὸς) Τσενύριος
ἱερέων τῶν αὐτῶν θεῶν. καθ̣ὼ̣ς̣ ἐ-
γράφ(η) σοί τε καὶ τῷ τοῦ νο(μοῦ) στρα(τηγῷ) ὑπὸ Αὐρηλ(ίου)
Τειμαγένους τοῦ διασημοτάτου ἀρχιε-
ρέως διὰ βίου περὶ τοῦ δηλῶσαι α̣ὐ̣-
15τῷ τίνες τε εἶεν τάξεις ἱεραὶ καὶ ἐπι-
κρατούμεναι ὑπὸ τίνων καὶ τίνες
τῶν προσόδων ἀντιποιοῦνται, ἀπο-
γράψασθαι τὲ(*) τοὺς ἱερωμένους τοὺς
γεγονότας αὐτοῖς υἱούς, δ̣η̣λῶ πρὸς
20τὸ μὴ λαθεῖν Αὐρηλίους Ἀμεν̣-
νώθην μὲν κ(αὶ) Ἀμμώνιον θεα-
γοὺς εἶναι ἐκ πατρὸς Ὥρου Ἀμεννέ-
ως θεαγοῦ, ὃν ἐκληρονόμησαν
καὶ τῶν αὐτοῦ διακτέχουσιν(*), ἀπογε-
25γράφθαι δὲ αὐτοὺς εἰς τὸ̣ν κατὰ μητέρα̣
αὐτῶν πάππον Ὀννῶφριν ἱερέα τῶν
αὐτῶν θεῶν· καὶ Ψεναμοῦνιν καὶ Ἀμ-
μώ̣νιον ἀδελφὸν αὐτοῦ παστοφόρους
εἶναι ἐκ πατρὸς Ἀμε̣ννέως παστοφό-
30ρου, ὃν ἐκληρονόμησαν, μη̣τ(ρὸς) Ἀρτέμειτος
παστοφορίσσης, ἀπογεγράφθαι δὲ εἰς
ἕτερον Ἀμεννώθην ἱερέα· καὶ Ταμεν-
νέα ἱέρισσαν καὶ Ὀννῶφριν υἱὸν
Ὥρου, ὃν ἐκληρονόμησεν, ἀπογεγρά-
35φθαι δὲ εἰς Ὀνν̣ῶ̣φριν ἱ̣ε̣ρ̣έ̣α̣   ̣  ̣  ̣  ̣
προφορὰν δέδωκεν ἐπὶ ὑπομνηματι̣σ̣(μῶν)
τῆς ἀρχιερωσύνης μὴ ἔχειν̣ υἱὸν
ἄρρενα. πρὸς τὲ̣(*) τὴν μὲν τῶν παί-
δων αὐτῶν περιτομήν, τοῦ μὲν
40Ἀμεννώθου Ὀννφριος(*) ἐγ(*) μητ(ρὸς)
Δ̣ι̣υν̣  ̣  ̣  ̣ος τῆ\ς/ ἀπὸ Ἰ(*)σίου Τρύφωνος
παστοφορίσσης καὶ̣ τοῦ Ψεναμούνιος
υἱοὺς Ἀμεννέα καὶ Ὧρον   ̣  ̣  ̣ ἐγ̣(*) μ̣η̣\τ/-
ρ̣ὸς Τααμεννα̣σ̣\ωθης/(*) θυγ̣ατρὸς Ἀπολ-
45λ̣ω̣ν̣ί̣ο̣υ̣ θεαγίσσης καὶ Ἀμ-
μωνίου υἱὸν Ἀμεννέ̣α(*) ἐγ(*) Ἱερα-
μούσ̣ης θεαγίσσης, καὶ Ὀννῶφριν
βουληθέντα ἀπογράψασθαι εἰς ἑαυ-
τὸν Ὡρωο̣ύχιον υ̣ἱ̣ὸν̣ ὄ̣ντα̣ Ὠριγέ-
50νους παστοφόρου ἐγ(*) μητρὸς Ἑ̣ρ̣-
μούθιος παστοφορίσσης ἐπι-
σχεθῆναι, ἀνυσθῆναι δὲ διὰ
σοῦ τῷ αὐτῷ διασημοτάτῳ
Αὐρηλίῳ Τειμαγένει.
55(ἔτους) κ̣ε [⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 3. l. πρωτολογίμων
^ 18. l. δὲ
^ 24. l. διακ<α>τέχουσιν
^ 38. l. δὲ
^ 40. l. Ὀνν<ῶ>φριν
^ 40. l. ἐκ
^ 41. ϊσιου papyrus
^ 43. l. ἐκ
^ 44. l. Τααμεννώθου
^ 46. corr. ex αμεννε̣\α⟦θ̣η̣ν̣⟧/
^ 46. l. ἐκ
^ 50. l. ἐκ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.