Papyri.info

sign in

sb.10.10292 = HGV SB 10 10292 = Trismegistos 14306



DDbDP transcription: sb.10.10292 [xml]

AD 176? Arsinoite

  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
παρʼ αὐ̣τῶ[ν ⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]  ̣[⁦ -ca.?- ⁩]
νος̣ \τ̣ο̣ῦ/ γραμματέως αὐτοῦ σ̣υ̣ν̣χ̣ω̣ρ̣[ε]ῖ̣ α̣ὐ̣-
τοῖ̣ς τὸν φόρον τοῦ ιε (ἔτους) ὁλό̣κλ̣η̣ρ̣ο̣ν μὴ̣ εἰ-
5σενενγκεῖν̣ ἀλλὰ παρὰ ρ̣ (τάλαντα)· καὶ τ̣ο̣ύ̣[τ]ω̣ν̣
οὕτ̣ω̣ς̣ ἐχόντων, σὺ ὁ κύριος ἔγ̣ραψα̣ς τῷ
νυν̣εὶ(*) στρατηγῷ Ἀπολλωνίῳ ὥστε π̣έμ-
ψαι σοι τῶν τελωνικῶν ὠν̣ί̣ω̣ν τ̣ὸν̣
λόγον τῆς εἰσπράξεως τ̣ῆ̣ς̣ ἀ̣ν̣ὰ̣ χ̣εῖρ̣α
10πενταετίας, τοῦτʼ ἐστιν τ̣ῶν̣ ἀ̣π̣ὸ̣ ιε̣ (ἔτους(?))
ἵνα κυρῶν τὰ ὤνια εἰδῇς πόσο̣ν̣ ε̣ἰ̣σηνέ-
χ̣θ̣η ὑπὲρ ἑκάστης ὠνῆς καὶ οὕτως τ̣ὸ̣ν̣ λο-
γισμὸν μά̣θῃς. καὶ ὁ στρατηγὸς ἀκόλ̣ουθα̣
ποιῶν τῇ ἐνκελεύσι(*) σου ἐπ̣έ̣σ̣τειλ̣ε̣ν̣
15Ποτάμωνι τῷ πρὸ αὐτοῦ, δ̣ι̣ὰ̣ τ̣ὸ αὑτ̣ὸ̣ν̣
τοὺς λόγους μὴ ἔχειν, μ̣ετ̣α̣δοῦναι αὐ-
τῷ ὡς ἠθέλησας παρακ̣ε̣ι̣μένη[ς τ]ῆ̣ς
εἰσπράξεως. ὁ γενναιότατος Ποτά̣μ̣ων
τί ποιεῖ; μεταδιδοὺς γὰρ ὅλον τὸ βι̣β̣[λίο]ν̣,
20ἐπὶ ταύτης τῆς ὠνῆς ο̣ὐ̣ π̣ρ̣οσγ̣ρ̣ά̣φ̣ε̣ι̣ τ̣ί̣
εἰσεπράχθη τῇ ἀνὰ χεῖρ̣α πενταετ̣ί̣ᾳ, ἵν̣α
μὴ εὔδηλον γένητ̣αι̣ τῷ̣ σ̣τρατηγῷ ὅ̣τ̣ι̣ δὴ
οὖτοι οἱ μισθωταὶ χρε̣ῶ̣σ̣τα̣ί̣ εἰσιν κ̣αὶ
παρατηρηθῇ ἡ ὠνὴ ὑ̣π̣ὸ̣ ἐ̣π̣ι̣τ̣η̣ρ̣η̣[τῶ]ν

Apparatus


^ 7. l. νυνὶ
^ 14. l. ἐνκελεύσει

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.