Papyri.info

sign in

sb.10.10567 = HGV SB 10 10567 = Trismegistos 30641



DDbDP transcription: sb.10.10567 [xml]

III spc Arsinoiton Polis, Krokodilopolis, Ptolemais Euergetis

v
00αχ
Σεμπρώνιος Κεφάλωνι
χαίρειν.
ὡς ἐνθυμοῦμαι τῷ πατρί
σου οὐκ ἀναλ[ο]γεῖς, ὃς οὐ δύ-
5νασαι ἀνθρώπου ἀποδήμο̣υ̣
γνησίως προξενῆσαι· σὺ γὰρ
με πεποίηκας ἐξοδιάσαι
κέρμα ἀνθρώπῳ ἐπὶ ἐλαίῳ
καὶ λαβὼν διεσπάθησας αὐτὸ
10ὡς ἀδέσποτον πιστεύσ̣ας
δούλο̣υ̣ προφάσι μι̣αρᾷ· μ̣ε̣τ̣ὰ̣
γὰρ τὸ ἀποδημῆσαί σε ἔγνω̣[ν]
περὶ τῆς τοῦ ἐλαίου ρα̣  ̣δ̣ε̣ι̣α̣ς̣.
τὰ νῦν ἐὰν ὁ Διογένης μὴ ἐρ-
15γάζηται καθʼ ἡμέραν ἐν ταῖ[ς]
ἀρούραις μου ἀλλὰ ἀλλαχόσ̣ε̣
ἐργάζηται, μὴ μεταδῷς δέ
μοι ἀλλὰ ἄλλοι μοι μεταδῶσι,
σὲ μέμφομαι. δίδου δὲ αὐτῷ
20τὴν εἰωθυεῖαν πᾶσι δίδοσθαι
⟦πᾶσι⟧ ἀρτάβην μηνιαίαν,
οὐ μέντοι γε ἐκ τῶν ἀποθέ-
των ἀλλὰ ἐκ τῶν ὀφειλο-
μένων· ἀπαιτησάτω δὲ Ἁτρῆ[ν]
25τὰς (ἀρτάβας) ζ [καὶ] τ̣ὸ̣ν̣ υἱὸν σ  ̣  ̣η̣  ̣  ̣  ̣
(ἀρτάβας) ϛ καὶ [Σ]εμπρώνιον (ἀρτάβας)   ̣,
26aἐξ ὧν δοθ[ήτ]ω σαλάριον.
γενοῦ δὲ ὡς σπαρῶσιν αἱ
πέντε ἄρο̣υ̣ραι ἐφεστῶτός
σου διὰ τὰ σπέρματα· ἔγρα-
30ψα δὲ Ὡρίωνι Πτόλλι ἵνα
δῷ σοι σπέρματα τὰ αὐ-
τάρκη καὶ Πτολεμαίῳ τῷ
ὁριοδείκτῃ ἵνα παρασχῇ
σοι βόας λαμβάνων πα-
35ρὰ σοῦ τὸ ναῦλον· τῇ δὲ ἐμῇ
χειρὶ οὐκ ὀφείλεις ἀ̣θή-
ρα̣ν̣ τ̣ρ̣ώγειν οὐδὲ κατεγ-
γυᾶν τῷ ἐμῷ ὀνόματι ἀλ-
λότριον· ἀλλʼ εἰ ὀφείλε-
40ταί σοί τι κατάσχες κ̣α̣ὶ̣ ἀπό-
λαβε, εἰδὼς ὅτι καὶ σὺ ἃς
ὀφείλεις μοι (δραχμὰς) τκ ἀπο-
δίδως σὺν τόκοις· πρό-
φασιν γὰρ μοι οὐδὲ ἀνα-
45βολὴν ἔχεις γε  ̣  ̣  ̣σ̣αι πα-
ρὰ σοί· ἐστιν γὰρ Σ̣ε̣[ρ]ή̣νιλλα
[  ̣  ̣  ̣  ̣ν̣δ̣ι̣ο̣ε̣(?)  ̣αγν̣σ(?)  ̣]μονη
εἶπον γὰρ αὐτα̣ῖς μεταθεῖ-
ναι τὰς ἀρούρ̣ας κ̣αὶ λ̣α̣βεῖν
50το  ̣[  ̣  ̣]  ̣  ̣  ̣  ̣ ὑπέ̣σ̣χοντ̣ο̣
  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣]  ̣φ  ̣
Traces 1 line
v,m
τουτο̣(*) μὴ ἀμελήσῃς ἀλλὰ ποίησον γ̣υ̣μ̣νασθῆναι· ἐὰν δὲ ὑπόσχωνται μεταθεῖναι καὶ ἀπαλλάξει σε, ἀνελθὼν δέξαι π̣α̣ρ̣α̣  ̣[⁦ -ca.?- ⁩]
ἣν δὲ ἔλαβες ἐπ̣ι̣σ̣τ̣ο̣λ̣ὴν τ̣  ̣  ̣  ̣  ̣δη δεδω̣κ̣ε̣ναι   ̣  ̣  ̣[  ̣]  ̣[  ̣]  ̣[  ̣]λας τὸ λεῖπον ἅμα τῇ οἰκονομίᾳ
r
55Κεφάλωνι ἱερεῖ π(αρὰ) Σεμπρωνίου

Apparatus


^ v,m.53. l. τούτω<ν>

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.