Papyri.info

sign in

sb.16.12372 = HGV SB 16 12372 = Trismegistos 4109



DDbDP transcription: sb.16.12372 [xml]

161 BC Arsinoite

-- -- -- -- -- -- -- -- -- --
1θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θε[ῶν Ἐπιφανῶν]
καὶ θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐε[ργέτιδος ⁦ -ca.?- ⁩]
τῆς Πτολεμαίου τοῦ Πτολεμαίου κανηφόρου Ἀρσιν[όης Φιλαδέλφου]
Τ̣ε̣ι̣μ̣α̣ν̣ό̣η̣ς̣ τῆς Κλεοδόν̣ο̣υ̣ ἱερείας Ἀρσινόης Φιλο[πάτορος Δημαρίου]
5τῆς Μητροφανου(*) μηνὸς Δαισίου ὀγδόηι Χοιὰχ ὀγδόηι [ἐν Ὀξυρύγχοις]
τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Αἶσχρος Κασι[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
7[⁦ -ca.?- ⁩ τῶν]
Βίωνος τῆς πέμπτης ἱππαρχίας ἑκατοντάρουρος [Ἀπολλωνίωι]
Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς χαλκοῦ νομ[ίσματος δραχμὰς]
10τρισχιλίας τετρακοσίας πεντήκοντα . τόδε [τὸ δάνειον]
τρισχιλίας τετρακοσίας πεντήκοντα δραχμ[ὰς τοῦ χαλκοῦ]
ἀποδότω Ἀπολλώνιος Αἴσχρωι ἕως Μεχεὶρ τρια[κάδος τοῦ ἑνὸς]
καὶ εἰκοστοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθʼ ἃ γέ[γραπται, ἀποτει-]
σάτω Ἀπολλώνιος Αἴσχρωι παραχρῆμα [τὰ τοῦ χαλκοῦ Γυν]
15ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τό[κους ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
16Traces
Πουλυδάμας Πριηνεὺς οἱ ἓξ τῶν Βίωνος τῆς [πέμπτης ἱππαρ-]
χίας ἑκατοντάρουρο[ι ⁦ -ca.?- ⁩] συγγραφοφύλα[ξ Ὄλυμπος.]
——
Ἀπολλώνιος Ἀπολλωνίου ἔχω τὸ δά[νειον χαλκοῦ δραχμὰς]
τρισχιλίας τετρακοσίας πεντήκοντα [καὶ ἀποδώσω]
καθότι προγέγραπται καὶ τέθειμαι τὴ[ν συγγρα-]
φὴν κυρίαν παρὰ Ὀλύμπωι.
——

Ὄλυμπος ἔχω κυρίαν.

Apparatus


^ 5. l. Μητροφάνου<ς>

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.