Papyri.info

sign in

sb.18.13168 = HGV SB 18 13168 = Trismegistos 468 = oxford-ipap.apis.2



DDbDP transcription: sb.18.13168 [xml]

123 BC Pathyris

ἔτους μζ Φ[αμ]ενὼθ β, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
τάδε δι[έθ]ετο Παχνοῦβις Τασκοῦ· εἴη μέμ(*) μοι ὑγιαίοντι τῶν ἐμαυτοῦ κύριον εἶναι,
ἐὰν δέ τ[ι ἀ]νθρώπινον πάθω, καταλείπω καὶ δίδωμι τὰ ὑπάρχοντά μοι ἔγγαιά τε
καὶ ἔπ[ιπλ]α καὶ κτήνη κ[α]ὶ ὅσα ἂν προσε[π]ικτήσωμαι Ταθώτηι Ἁρυώτου Περσίνῃ
5ᾗ σύ[νειμι] γυναικὶ κατὰ νόμους, πλὴν στρώματος ἑνὸς καὶ κλείνης τορυνευτῆς α
Πατ[  ̣  ̣  ̣]ει καὶ Πετεσοράθηι τῶν Παχνούβιος τοῖς ἐμοῖς υἱοῖς τοῖς ἐξ ἐμοῦ καὶ ἄλλης
γυνα[ικός], τὰ δὲ λοιπὰ πάντα ὧν τὸ καθʼ [ἓ]ν σήμερον ὑπόκειται τῶν τε ἐγγαίων
καὶ κτη[ν]ῶν τῆι προκειμένῃ Ταθώτει, πρόβατα μὲν ὀκτὼ βόες δύο καὶ τὰ
ἐπεσόμ[εν]α τούτοις καὶ οἰκ[ί]αν ὠικοδομημένην(*) καὶ
10ἐστεγασμένην καὶ τεθυρω-
μένην [τὴ]ν οὖσαν ἐν Ταύ[μει] τοῦ Λατο[πολί]του, γείτονες νότου οἰκία Ψεννήσιος τοῦ
Παοῦτο[ς, β]ορρᾶ ῥύμη βασιλ[ικὴ, ἀπ]ηλ[ιώτ]ου οἰκία Θαήσιος τῆς Παοῦτος, λιβὸς
οἰκία Πατ̣κ̣όρμιος, καὶ γῆς ἠ[πείρ]ου σιτ[οφόρο]υ (ἀρούρας) δεκαδύο τῆν ἐν τῶι ἀπὸ λιβὸς μέρει
κώμη[ς Ταύ]μεως, ἐν ἧι λ̣α̣[  ̣  ̣  ̣  ̣]μ̣η̣ συμφ[  ̣  ̣  ̣]ε̣ι̣ φρέαρ καὶ ἀνωτερείου ἐξ ὀπτῆς
15πλί[νθου,] γείτονες τῆς ὅλ[ης γῆς νό]του [οἶκος] Ψεμμίνιος τοῦ Καλλίου βορρᾶ ὁ αὐτὸς
ἀπη[λιώτο]υ βουνοὶ τῆς κώ[μης λιβὸς   ̣  ̣  ̣  ̣  ̣ κ]αλουμένη Ἄμμωνος, καὶ ἀπʼ ἄλλης
σφρ[αγῖδος] Καλεβελλέους τοῦ̣ [- ca.12 -]ι̣ τρίτον μέρος, γείτονες τῆς ὅλης
[νότου Ἁρ]ε̣ν̣δώτου βορρᾶ [- ca.12 - ἀ]πηλιώτου ὁδὸς λι(βὸς) ὄρος ἢ οἳ ἂν ὦσι γείτονες
[πάντοθεν· μ]ὴ ἐξέστω δὲ [τῷ καθόλου ἐπὶ τὴ]ν διαθήκην ταύτην ἄλλῳ τινὶ
20[ἐπέρχεσθ]αι, εἰ δὲ μὴ ἄκ[υρον ἔστω καὶ πρ]οσαποτεισάτω ὁ ἐπιφέρων ὕστερον
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] ἄλλον τῆς αυ̣[- ca.13 -] ἐπιτί(μου) παραχρῆμα χαλκοῦ τάλαντα
[  ̣  ̣  ̣  ̣  ̣  ̣] καὶ ἱερὰς βα(σιλεῦσι) ἀργυρί[ου ἐπισήμου δρα]χμὰς Α̣σ̣. ἦν δὲ ὁ διατιθέμενος
[Παχνοῦβ]ις ὡς (ἐτῶν) ν εὐμ[εγέθης μελίχρ(ως) τ]ετανὸς ἀναφάλανθος μακροπρόσωπος
[εὐθύριν ο]ὐλή.
25[μάρτυρε]ς Ἑρμίας Ἀσκλ[ηπ]ιάδου Πέρσης τῶν μισθοφ[ό]ρων ἱπ(πέων) ὡς (ἐτῶν) κε
[εὐμεγέθ]ης μελίχρως κλ[αστ]ὸς μακροπρόσωπος εὐθύ[ριν] οὐλ(ὴ) ὦς(*) δεξ(ιὸν) τετρη(μένον),
[καὶ Ἀμμώ]νιος Ἀρείου Πέρση[ς] τῶν μι(σθοφόρων) ἱπ(πέων) ὡς (ἐτῶν) λ μέσος [μελί]χρως κλαστὸς μακροπρ(όσωπος)
[εὐθύριν ο]ὐλὴ μετώπῳ, καὶ Ἐσθλάδας Δρύτωνος Πτολεμαιεὺς ὡς (ἐτῶν) λε
[εὐμεγέθη]ς μελίχρως κλα[στ]ὸς μακροπρόσωπος εὐθύριν, καὶ Πτολεμαῖος Ἀσκλη-
30[πιάδου Π]έρσης τῶν μι(σθοφόρων) ἱπ(πέων) ὡς (ἐτῶν) λε μέσος μελίχρως μακροπρόσωπος εὐθύριν,
[καὶ   ̣  ̣  ̣  ̣]η̣τος Μενεκλέους Πέρσης τῶν πεζῶν ὡς (ἐτῶν) λε μέσος μελάνχρως κλασ(τὸς)
[μακροπρ(όσωπος)] εὐθύρ(ιν), οἱ ἓξ τακ[τ]όμι(σθοι). [Ἄρειος ὁ π]αρʼ Ἡλ[ι(οδώρου)] κεχρη(μάτικα).

Apparatus


^ 2. l. μέν
^ 9. l. ᾠκοδομημένην
^ 26. l. οὖς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.