DDbDP transcription: sb.18.13590 [xml]
I/II spc ?
r
Δίδυμος καὶ Γ ̣ ̣[ ̣ ̣] ̣ Ἡρακ̣λ̣[ή-]
ωι τῶι φ̣[ιλτ]άτωι̣
χαίρειν.
ἥδιστά σου κ̣ομ[ι]ζομ̣[ένο]ι̣ς
5τὰ τράμματα(*) μὴ ὄκ̣ν[ει] σ̣υν-
εχέστερον ἐπιστέλλειν,
πρὸ μ[ὲν] πάντων περ[ὶ τ]ῆ[ς]
σῆς ὑγ[ι]είας, ἔπει[τα] περὶ ὧν
χρῄζεις ἐντεῦθεν. τ[ο]ῦ-
10τὸ γὰρ ποιῶν συνεχῶς
ἡμᾶς [εὐ]φρανεῖς. ὅτι μέ̣-
λει σοι περὶ τῆς ἐ[ν]τολῆς
ἡμῶν πεπείσμεθα κατὰ
τὸ ἴσον ἑκάτερ[ο]ς̣ ἡμῶν.
15ἀσπάζου Χαιρήμονα τὸν
φίλον, ᾧ οὐκ ἀπεστάλκαμ[ε]ν
στοχαζόμενοι αὐτὸν μὴ
εἶναι κατὰ πόλιν ἀλλʼ ἐν ἀ-
γρῷ διὰ τὰς τρύγας. ἀσπά-
20ζου τοὺς σοὺς πάντας καὶ τοὺς
φίλους. ἀσπάζετό σε Τούρβων
καὶ [Ἀ]μάρα̣ντος καὶ τὰ παιδία. v
Ἡρακλήωι φίλωι ☓ παρὰ Διδύμου καὶ Γ ̣[ -ca.?- ]
Δίδυμος καὶ Γ ̣ ̣[ ̣ ̣] ̣ Ἡρακ̣λ̣[ή-]
ωι τῶι φ̣[ιλτ]άτωι̣
χαίρειν.
ἥδιστά σου κ̣ομ[ι]ζομ̣[ένο]ι̣ς
5τὰ τράμματα(*) μὴ ὄκ̣ν[ει] σ̣υν-
εχέστερον ἐπιστέλλειν,
πρὸ μ[ὲν] πάντων περ[ὶ τ]ῆ[ς]
σῆς ὑγ[ι]είας, ἔπει[τα] περὶ ὧν
χρῄζεις ἐντεῦθεν. τ[ο]ῦ-
10τὸ γὰρ ποιῶν συνεχῶς
ἡμᾶς [εὐ]φρανεῖς. ὅτι μέ̣-
λει σοι περὶ τῆς ἐ[ν]τολῆς
ἡμῶν πεπείσμεθα κατὰ
τὸ ἴσον ἑκάτερ[ο]ς̣ ἡμῶν.
15ἀσπάζου Χαιρήμονα τὸν
φίλον, ᾧ οὐκ ἀπεστάλκαμ[ε]ν
στοχαζόμενοι αὐτὸν μὴ
εἶναι κατὰ πόλιν ἀλλʼ ἐν ἀ-
γρῷ διὰ τὰς τρύγας. ἀσπά-
20ζου τοὺς σοὺς πάντας καὶ τοὺς
φίλους. ἀσπάζετό σε Τούρβων
καὶ [Ἀ]μάρα̣ντος καὶ τὰ παιδία. v
Ἡρακλήωι φίλωι ☓ παρὰ Διδύμου καὶ Γ ̣[ -ca.?- ]
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.