Papyri.info

sign in

sb.18.13735 = HGV SB 18 13735 = Trismegistos 2598



DDbDP transcription: sb.18.13735 [xml]

II sac Arsinoite

Τεῶτι κωμογραμματεῖ Ἀττίνου Εἰσι(ήου)
παρὰ Πρωτομάχου τοῦ Πρωτομάχου
τῶν κατοίκων ἱππέων. ὄντος ἐθι-
ζμου(*) ἔτι ἄνωθεν τοὺς ὑποκειμέ-
5νους κλήρους καὶ τὰς ἄλλας γᾶς τῇ φε-
ρούσῃ ἐκ τοῦ Ἀττίνου Εἰσιήου διώρυ-
γι ἥ ἐστιν ποτίστρα, τούτους δὲ
ἀνασκάπτιν(*) τὸν ἐν τῇ διώρυγι
χοῦν ἐπὶ τὰ χώματα πρὸς τὸ μὴ
10κατακλυσθῆναι τὰς γᾶς, διὸ ἐπι-
δίδωμι ὅπως προσκαλεσά-
μενος τούς τε γεωργοῦντας
καὶ τοὺς κυρίους τῶν τό̣[πων]
διὰ τοῦ παρʼ ἐμοῦ γεωργοῦ συ̣ν̣-
15τάξῃς ποιήσασθαι τὰ σκάμ-
ματα καὶ τὴν στέγ[ν]ωσιν
τῶν χωμάτων τῆ[ς] διώ[ρυ-]
γος ἢ ὅτι ποτιζομένης
18aπρὸ τῆς ὕδατος ἐμβο̣λ̣ῆ̣ς̣
τῆς παρʼ ἐμοῦ γῆς συνβοηθ̣[οῦσι]
20[ἡμ]ῖν· βρα̣χῆναι ἐγώ τε καὶ
ὁ παρʼ ἐμοῦ γεωργὸς ἂν αἴτι[ο]ι
ὦμεν ὑποτάξαι δὲ καὶ το[ῦ]
[ὑπ]ομνήματος τὸ ἀντίγραφον
ἵνʼ ὑπάρχῃ ἐν χρ[ημα]τισμῶι·
25τυνχάνω δʼ ἐπὶ τῶν αὐτῶν
ἐπιδεδωκὼς τὰ ὑπομνήμα-
τα τῷ στρατηγ[ῷ καὶ τῷ]
βασιλικῷ γραμματεῖ.
εὐτύχει.

Apparatus


^ 3-4. l. ἐθι |σμου
^ 8. l. ἀνασκάπτειν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.